PG 24, col. 32

τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο
οὐχ 6 Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ ⁸ ἐκ γὰρ στό-
ματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακά καὶ τὸ
ἀγαθόν.
'0 ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυ-
ροί τινές είσι τῶν ἀνέμων, ἀλλά τὸ ἕτοιμον τοῦ ἐπι-
τάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμέ-
νον· ὤσπερ ἂν 6 ἐν θησαυρῷ ἔχων μετά ἀδείας
ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ 6 τοῦ παν-
τὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει
Β παρέδωκεν.
’⁷ος ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου.
Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιὰ φασί τινες
προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει
καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεὸεῖς
κολάζοντι καὶ τῶν εὐσεδῶν οἰκειουμένῳ τὸ γένος.
Ἀλλά πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ
Λόγου, λαὸς αὐτοῦ Ἰακὼϐ, σχοίνιτμα κληρονομίας
αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι’ ἢν ἔδρασεν ἀσέϐειαν
ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Ατ-
τησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρο-
νομίαν σου.
Κύριε, τὸ ὄνομά σου εὶς τὸν αἰῶνα.
Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὼς τὸ διδάξαι τοὺς
ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶνθ ὅθεν καὶ
διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ’ ἡμῖν, οὗ τὸ
μέγεθος διὰ τῶν προλαϐόντων οἱ δοῦλοι μαθόντες
αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαρ-
ῥύνονται, μαθόντες ὡς ἐπ’ αὐτοῖς παρακληθήσονται,
τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ,
τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὑτοῦ, καὶ τὸ μνημόσυνον
ἔχουσιν ο ἐπ’ ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώ-
μης ἐπιδεομένοις παρακαλεῖται.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον.
Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ
τῆς προνοίας αὑτοῦ τὰς μεγαλουργίας καταλέξας,
ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης
ἄρτι προσεληλυθόσιν, ἁντιπαραϐἁλλει τῶν πάλαι παρ’
αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως
ιῖς ἀνωτέρω εἰρήκει ο ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας
Κύριος, καὶ ό Κύριος ἡμῶν παρὰ πάντας τοὺς
θεούς · ὁ μὲν γὰρ Κύριος ήμῶν τάδε καὶ τάδε εἱρ-
γάσατο ἐν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους θ
οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως
ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νε-
κρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ 6 Σύμμαχος ἀντὶ⁵
τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ,
ήρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες
αὐτὰ, καὶ πᾶς d πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὅντως
οί τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολι-
θωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν
τοῖς προσκυνουμένοις ὑπ’ αὐτῶν, ὀφθαλμοὺς ἔχοντες
καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.