PG 24, col. 536

κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλά γοῦν παραρ
κληθῆναι ἐφ’ οἷς τά πρὸς θάνατον ἀμαρτήσαντες
ἐπένθησαν, μετανοίᾳ καὶ·ὲξομολογήσει (47) καὶ βίῳ
σώφρονι ἑαυτοὺς ὲπιδεδωκότες ο ἦ τῆς ἐπηγγελμένης
γῆς τυχεῖν, οἰκήτοράςτε καὶ πολίτας τῆς ἀνω τοῦ
Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀπο-
δειχθέντας· ἢ πεινήσαντας ὲν τῷ παρόντι βίῳ, καὶ
διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορε-
σθῆναι κατά τὸν ἐπηγγελμένον αίῶνα, ἐπὰν αὐτῆς
καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν
ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ
αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώ-
νιον, καὶ τὸ ψυχῶν φωτιστικόν · ἃ δὴ πάντα ἐπινοεῖ-
ται κατά τὰς ἐνυπαρχούσας δυνάμεις τῷ μονογενεῖ
τοῦ Θεοῦ Λόγῳ. Εί δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ
ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν
πρὸς τοὺς πέλας ὲπιδεικνύ μενοι, ταύτὸν πείσονται οἷς
ἔδρασαν, κατ’ ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ὲλεηθὲν
τες. ’Δλλο δὲ τάγμα γένοιτ’ ἂν τῶν κατά τὴν ἐπαγ-
γελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν
διάνοιαν κεκαθαρμένων ο καὶ ἄλλο πάλιν τῶν εἰρηνο-
ποιῶν ’ ὧν οί μὲν πρότεροι γέρας λήψονται τῆς καθα-
ρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς
κεκαθαρμένοις αὐτὸν ὀψόμενον οἱ δὲ δεύτεροι υἱοὶ
θεοῦ γενήσονται. ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότεςῖ
οἷον καὶ ό τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι’
ἑαυτοῦ, τά τε ὲν οὐρανῷ καίτά ἐπὶ τῆς γῆς. Ἀλλ’
οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύ-
ξονται τιμῶν ὲν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασι-
λείᾳ. Οἳ γε μὴν αὐτῷ συμϐασιλεύσοντες τῷ Υίῷ τοῦ
Θεοῦ πρῶτοι μὲν ἦσαν οί δηλωθέντες πτωχοὶ τῷ
πνεύματισ δεύτεροι δὲ μετ’ ὲκείνους oi γενναῖοι τοῦ
Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων’ Ma—
κάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ
τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς
βασιλείας ώς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν ο
ἀναγκαίως καὶ αὐτοῖς ώς ἀδελφοῖς τῶν προμεμακα-
ρισμένων πτωχῶν βραδεῖα τῶν ἐπάθλων τὴν τῶν οὐ-
ρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ
ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας με-
τὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρό-
τερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτή-
μονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ’ οὕτως
ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν
ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ
πάσης αὐτῶν τῆς ζωῆς τοῖς ’τῆς ἀρετῆς ἄθλοις ὲν-
αγωνιζόμενοι ⁸ οἱ δὲ δεύτεροι τ’ἧς είς αὐτὸν μαρτυρίας
cctas Eusebii has meditationes traxit. Nisi fortasse
Eusebius generatim ad tetraevangelium, quasi per
harmoniam, commentatus fuit. Aut nisi denique
sumuntur lucc et alia ex Τ heophania fortasse ple-
niore; incnjus certe quarto libro nt_odn_ex hoc
modo ex alio evangelista'facit excerpta Eusebius.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.