PG 24, col. 545
θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν · προσ-
ήκειν γάρ ἀμοιϐήν τινα ποιήσασθαι καὶ ἀντικαταλ-
λάξασθαι, ὑποδεχομένους μὲν παρά τοῦ Θεοῦ τὰς σω-
τηρίους καὶ εὐεργετικάς ἀνθρώπων δυνάμεις, ἀντιδι-
δόντες δέ αὐτῷ ὑπακοὴν τῶν αὑτοῦ παραγγελμάτων.
προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τά
βιωτικά συμπαθείας. Ἀλλά καὶ πλοῦτον οὐράνιον
ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ
βασιλείας ἀρραϐῶσιν ἐφοδιαζομένους , τῶν ἐπὶ γῆς
καταφρονεῖν χρῆναι δεῖν ᾤετο ο καὶ μήτε χρυσὸν, μήτε
χρήματα, μήτε τι τῶν παρ’ ἀνθρώποις τιμίων ἐπ-
ἀξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου
πλούτου. Ἀλλά καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ
βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν
πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διά ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὑτοῦ στρατιώτας· ἐπεὶ
Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ ,βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
Καὶ εις ἣν ἂν οὶκίαν· εἰσέλθητε, ἐκεῖ μένετε.
'0 μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ
καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρ-
ξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς
ἀκολούθως κατά τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν
αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει · διὸ ἐπῆγε
λέγων · Ἄξιος ό ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ
τοῦτ’ ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς
ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ’ ἀποφέ-
ρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς
ἐφήμερον ἐργασίαν ἐαυτὸν μεμισθωκότι, τροφῆς με-
ταλαϐεῖν. Οῦτω γοῦν καὶ τοῖς δε ἐξεῖναι οὐ μισθοὺς
τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησιν,
ἐλάϐετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυ-
γμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ
σώματος, οὓς τοσαύτην στελλομένους πορείαν είκδς
ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας
χρῆναι μεταλαμϐάνειν · καὶ ταύτης μὴ τοῖς τυχοῦσι
κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀϐασα-
νίστως λαμϐάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει
τιμᾷν· οἷς καὶ⁸ μεγίστην ἀμοιὸῆν τῆς τροφῆς προ-
λα μὸάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ
Θεοῦ διαλλαγάς εύαγγελιζομένους. Ταῦτα δ’ ἀκολού-
θως τοῖς τῆς αὑτοῦ βασιλείας στρατιώταις παρῄνει·
προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τι-
νος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, είς
ἄκρον δ’ ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου
τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν·
καὶ μηδὲ παρά τούτων προῖκα ποιεῖσθαι τὴν μετά-
ληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας
ταῖς παρ’ ἑαυτῶν εὐλογίαις. - Περιφράξας τοὺς μα·
θητάς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις
παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας
στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους
καὶ ίατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους
ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα
ὲποίουν, καὶ πανταχοῦ περιῄεσαν, ώς μὲν διδάσκαλοι
" ll Tim. ll, l0. τί cap. Ix, 4. τ’ Matth. ι, 10.