PG 24, col. 685

σώματος ἠλικίαν ,προϐεϐηκὼς εῐη ἀνὴρ, στραφεὶς
γένοιτ’ ἂν ὡς παιδίον. Et δὲ μηδὲν τούτων πράξαιμεν,
ἀποφάσει τοῦ Σωτῆρος ὑποϐληθησόμεθα, ἡμετάντοῦ
ἀμὴν ἀποφηναμένου, δτι εἰ μὴ πράξαιμεν ταῦτα, οὐκ
ἔσται ἡμῖν είσιτητὸν είς τὴν βασιλείαν.
KB' (l9).
Ὀμοία δέ τιαρά τῷ Ματθαίῳ κεῖται παραϐολή.
Ὠσπερ, γάρ φησιν, ἄνθρωπος ἀποδημῶν ἐκάλεσε
τοὺς ἰδίους δούλους, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα,
ᾧ δὲ δύο, ᾧ δὲ ἐν· ἐπεὶ πολλά τυγχάνει τὰ χαρίζ-
σματα διάφοροί τε τοῦ ἁγίου Πνεῦματος αἱ διαιρέσεις,
ἑκάστῳ δέ δίδοται πρὸς τὸ συμφέρον · γένοιτο ἄν ποτε
ὀ μέν τιςένὸς μέτοχος χαρίσματος, ὁ δὲ δυοῖν, ὁ δέ
πλειόνων ⁸ οὕτως οὖν εἴρηται, τῷ μὲν δεδόσθαι πέντε
τά-λαντα, τοσούτων χαρισμάτων διὰ τοῦ ἁγίου Πνεύι
ματος αὐτῷ δεδωρημένων’ ἐτέρῳ δέ ού τοσαῦτα,
ἀλλ’ ἓν μόνον δέδοται, ὃς πλείονος τύχοι ἂν κατα-
κρίσεως.- ὅτι μηδέ πολλά εἰληφὼς ὡς ἀποκνῆσαι τῇ
τῶν πλειόνων ἐργασίᾳ, οὐδὲ τοῦ ἐνὸς τὸν καρπὺνέπορίίιΣ
σατο, ἀργὸν δὲ αὐτὸ φυλάξας, καὶ μὴ μεταδοὺς ἐτέ-
ροις, στερήσεται καὶ⁸ τούτου κατὰ τὴν σωτήριον ἀπόφα-
σιν, ἐλέγχοντος αὑτὸν τοῦ κριτοῦ ἐπὶ ἀργίᾳ καὶ ὀκνηρίᾳ,
καὶ φοϐερὰν ἀπειλὴν καὶ κρίσιν ἀπότομον κατάύτοῦ
ἐκφέροντος. Οί δέ καὶ πλειόνων τοῦ ἁγίου Πνεύ ματος
ἠξιωμένοι χαρισμάτων, εἶτα τούτων τὸν καρπόν διὰ
τῆς πρακτικῆς ἐργασίας πολυπλασιάσαντες, κατά τὸν
καιρὸν τῆς τῶν λόγων συνάρσεως δεξιᾶς καὶ ἀγαθῆς
μαρτυρίας τεύξονται. Ἑν ὀλίγοις γὰρ δοκιμασθέντας
τοῖς κατά τὸν ἐνεστῶτα βίον, μειζόνων τῶν κατὰ τὸν
μέλλοντα αἰῶνα καὶ οὐρανίων ἐπάθλων καταξιώσει. Τὸν
δὲ πονηρὸν καὶ ὀκνηρὸν δοῦλον ἐλέγξας ἐπὶ τῇ πονηρίᾳ
καὶ τῷ ὄκνῳ, τῇ προσηκούσῃ παραδώσει δίκῃ ο ὀκνηρὸν
μὲν αὐτὸν εἰπὼν διὰ τὸ μηδὲν ἐθελῆσαι τῶν δεόντων
ἐργάσασθαι, πονηρὸν δὲ διά τὸ τολμῆσαι φάναι τῷ
ἐαυτοῦ κυρίῳ, Αύστηρὸς εἷ ἄνθρωπος, καὶ⁵ τά ἑξῆς.
Ἀπελέγξας γοῦν αὐτὸν πρότερον ὡς ἐναντιολογοῦντα,
καὶ ἐκ τοῦ στόματος κατακρίνας αὐτὸν, ὅτι, καίπερ
αὐτὸν αὐστηρὸν καὶ ἀπαραίτητον κριτὴν εἶναι φήσας,
ὅμως κατεφρόνησεν ὡς μηδὲν ἀγαθὸν θελῆσαι πρᾶ-
ξαι, δικαιοτάτην ἐξοίσει τὴν κατ’ αὐτοῦ ψῆφον, σκότῳ
παραδοὺς αὑτὸν ἐξωτάτῳ, ὡς οὐ μόνον ἀργὸν καὶ D
πονηρὸν, ἀλλά καὶ ἀχρεῖον καὶ ἀπόϐλητον δοῦλον.
Δόξει μὲν οὖν ἀπεριέργως ὅσον ἐπὶ⁸ τῇ ἀκολουθίᾳ περὶ
τοῦ μηδὲν ἐργασαμένου, ἀλλά ἀποκρύψαντος τὸ τά-
λαντον , τοῦτ’ εἰρῆσθαι· ἐπεὶ δὲ τὸ είς ἡμᾶς ἧκον (2η)
Ἑϐραϊκοῖς χαρακτῆρσιν Εὑαγγέλιον τὴν ἀπειλὴν
οὗ κατὰ τοῦ ἀποκρύψαντος ἐπῆγεν, ἀλλὰ κατὰ τοῦ
⁸⁷ Matth. xxv, M.
(1_8)‘Ul_0r hoc verbo, quod est in fragmentis an—
tiquissimis veteris Italae Matth. xtx,12,'a me editis
cum _sanet_i Augustini genuino Speculo!" idque v0-
ealiulunt l_n luco quoque glossario 8ρίσίίῖ t. ix,
iure scripsi : Sunt ipadones‘,’ ietc., qui se ipsos spaL
domuerant propter regnum. 'Quo piosensu', iet qni-
dem hnc respiciens; etiam "Ter'tullianus ’Πε εἱιίι.
[32. ix, dixit, 3e spadonatut' assignant propter regnum

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.