PG 24, col. 93

τήν τῶν καρπῶν φυλακὴν συνειστήκει· ἐπεὶ δὲ 6
φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε
δὲ ἀκάνθας, αἷς τὸν Κύριον ἐστεφάνωσαν, καί ἐστράφη
πᾶσα είς πικρίαν ⁸ ἐποίησε γάρ σταφυλὴν χολῆς καὶ
βότρυν πικρίας· διὸ καὶ είς τὸ βρῶμα ἐδωκαν τῷ
Κυρίῳ χολήν ο διὰ τοῦτο ἐγκατελείφθη ἡ σκηνὴ τοῦ
ἀμπελῶνος. ι Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὑμῖν 6 οἶκος
ὑμῶν ἐρημος’ › τότε ἐπληρώθη ἡ ἀπειλὴ αὕτη ο
ι ’Βγκατελείφθη γάρ ὡς σκηνή ἐν ἀμπελῶνι. ι Ἐξ
ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ
βρέξαι ἐπὶ τὸν ἀμπελῶνα. Διά τοῦτο οὐκέτι προφῆ-
ται παρ’ αὐτοῖς, οὐκέτι οὐρανία χάρις’ ἀλλά γέγονεν
εἰς χέρσον καὶ καταπάτημα, οἴ τε φραγμοὶ τοῦ ναοῦ
ἐκείνου καθῃρέθησαν, 6 ὑπερασπισμὸς τῶν ἀγίων
δυνάμεων, κᾷν τι ἐργάσωνται κατὰ τὸν νόμον, είς
ἀπώλειάν ἐστι. ‹ Καὶ ὡς ὀπωροφυλάκιον, φησὶν, ἐν
σικυηλάτῳ. ι Σημαίνει τοίνυν διὰ τούτου τὴν παν-
τελῆ αὐτῶν ἀκαρπίανο ἕως μέν γὰρ καρπῶν ἀγαθῶν
πεπλήρωται, τὸν φρουροῦντα καὶ φυλάσσοντα ἐκέ-
κζτιζ ῥεσκηνὴν πηξάμενος, ἀνωθεν ἀφ’ ὑψηλοῦ ἀφορᾷ
καὶ περισκοπεῖ, καὶ φυλάττει τὸν ἀμπελῶνα. Είδ’ 6
τούτου καρπὸς ἀφαιρεθῇ, τηνικαῦτα 6 φύλαξ, ὡς μὴ
_ είς μάταιον κάμνῃ, τὴν σκηνήν ἔρημον ἀπολιπὼν,
ἀναχωρεῖ τῆς φυλακῆς.
dial. εί μὴ Κύριος Σαϐαὼθ ἐγκατέλιπεν ἡμῖν
σπιρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα
ἀν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου , ἄρχοντες
Σοδόμων προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. ι
Ἐπειδήπερ ἐπὶ τῇ τῶν πατέριον ἀρετῇ σεμνυνόμε-
νοι, μέγα ἐφρόνουν, ὡς τοῦ ’Δϐραάμ ὄντες σπέρμα
καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι · εἰκότως τὸ μεγάλαυχον
αὐτῶν 6 λόγος ταπεινοῖ, καὶ τὸ μάταιον οἴημα καθαι-
ρεῖ · τοὺς μὲν ἄρχοντας τοῦ διαϐοήτου Ἰσραὴλ, Σο-
δόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δέ τὸν χρηματίζοντα
λαὸν τοῦ Θεοῦ, λαὸν Ιξομόρῥας ἀποκαλῶν, ὡς διὰ τῶν
ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεϐήσασιν ὁμοιω-
θέντα· Σοδόμων ἄρχουσι καὶ⁵ Γόμόρρας λαῷ παρα-
ϐάλλει αὐτοὺς, διά τὴν μέλλουσαν αὐτοῖς ἐπελεύσεσθαι
καταστροφήν · ὡς τοῖς τὰ Σόδομα καὶ Γόμορρα οίκή -
eam ἀνδράσι πάντων ἀνθρώπων ἀσεϐεστάτοις γε-
νέσθαι μνημονευομένας.
ι Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος;
Πλήρης είμὶ ὁλοκαυτωμάτων κριῶν ⁸ καὶ στέαρ
ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,
ουδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε
ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; ι Πρὸς οὖν τοὺς τά δεινό-
τατα κατά τοῦ Κυρίου τολμήσαντας, θυσίαις δὲ καὶ
σπνδαῖς, καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς
λατρείαις ἱλάσκεσθαι τὸν Θεὸν νομίζοντας, 6 λόγος
ἀποτείνεται φάσκων, ι Τί μοι πλῆθος τῶν θυσιῶν
ὐμῶν, λέγει Κύριος t καὶ τὰ ἑξῆς.
δ Psal. uxvn. 60.. ' Matth. nul, 58.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.