PG 24, col. 96
καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ
ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν · οὐκέτι
ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ὲκ-
τείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’
ὑμῶν · καὶ⁸ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσο-
μαι ὑμῶν · αἱ γάρ χεῖρες ὑμῶν αἵματος πλήρεις. s
Ἀλλ’ ὅτι μὴ ἔγνωσαν τὸν Κύριον, καὶ ὅτι μὴ συνῆκαν
αὐτὸν, ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν
ἅγιον τοῦ Ἰσραὴλ, καὶ πρὸς ἆπασι τούτοις, ὅτι αἱ
χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς
κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετά μυρίας προ-
φητοκτονίας εἰργάσαντο, καὶ γεγόνασιν αἵματος πλή-
ρεις, πάντα γοῦν διεξελθὼν, καὶ τὴν τοῦ νόμου λύσιν,
καὶ τοῦ ναοῦ τὴν κατάλυσιν, καὶ τάς παντοδαπὰς τι -
μωρίας, τὸ εἶδος τῆς ἁμαρτίας ἐδίδαξεν, οὗ χάριν
πεπόνθασι· καὶ κατηγορεῖ αὐτῶν, οὐκ εἰδώλων θεσ-
ραπείαν, οὐδὲ μοιχείαν καὶ πλεονεξίαν, ἀλλά μιαιφο-
νίαν. Πάσης γὰρ δυσσεϐείας καὶ παρανομίας, χαλε-
πωτέρα ἡ κατά τοῦ Κυρίου μανία ο αὐτῶν γάρ ἐστιν
ἡ φωνὴ, ι Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τά τέκνα.
ἡμῶν. ι Τοῦτο τὸ αἷμα, τῆς παλαιᾶς αὐτοὺς ἐστέρη-
σεν εὐκληρίας · τοῦτο τὸ αἷμα μετοίκους τῆς οίκου-
μένης ἀπέφηνε.
ι Δούσασθε , καθαροὶ γένεσθε, ἀφέλετε τὰς novae
ρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν
ὑμῶν’ παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε
καλὸν ποιεῖν. › Σφόδρα γοῦν ἀκολούθως τὰ πρῶτα,
εἰρηκὼς ό Θεὸς, ἔτι καὶταῦτα πρὸς τοὺς δηλωθέντας
ἄρχοντας Σοδόμων, καὶ τὸν λαὸν Γομόρρας διεξέρχε-
ται (5), ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προκαλούμενος,
εί μεταθέμενοι τῆς κακίας καὶ τῆς ὲθελοθρησκείας
τῆς κατά τὸν σωματικὸν νόμον ἀναχωρήσαντες ,
ὑπήκοοι γένοιντο τῆς Καινῆς Διαθήκης καὶ τοῦ και-
νοῦ νόμου καὶ λόγου. Διὸ μετά τὴν παρόρασιν τῶν ἐν
τῇ Παλαιᾷ Διαθήκῃ, τά τῆς Καινῆς Διαθήκης εἰσάγει
μυστήρια. "A δὴ καὶ ὲν τοῖς Εύαγγελίοις αὐτὸς παρ-
εδίδου λέγων· t Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος
καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν.) - ι Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικού-
μενον, κρίνατε ,ὀρφανῷ, καὶ δικαιώσατε χήρᾳ. ι
ι) Ἥγουν μεταϐαλόντες τῆς κακίας, μὴ μέχρι τούτου
στῆτε, τὸν δὲ κατ’ ἀρετὴν ἀναλάϐετε βίον.
ι Καὶ δεῦτε, καὶ διαλεχθῶμεν (6), λέγει Κύριος·
καὶ ὲάν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς
χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον
λευκανῶ. ι Εἶθ’ ὡς ὲν δικαστηρίῳ διελεγχθῶμεν ἐγὼ
τε καὶ ὑμεῖς · ἐγὼ μὲν ὅσα πέπονθα ὑφ’ύμῶν, ὅσα τε
ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος, καὶ ὡς
μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνή-
στειαν ποιούμενος, πεφοινιγμένας ὑμῶν τὰς ψυχὰς ὲκ
τοῦ προλεχθέντος αἵματος ἐκάθηρα, λαμπροτέρας
χιόνος αὑτὰς διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας κα-
(6) Reg. secunda manu, διελεγχθῶμιν.