PG 24, col. 97

μου. μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου
ἐλάλησε ταῦτα. ι Ἐνταῦθα δέ ὁ λόγος ὡς πρὸς
Ἰουδαίους διαλεγόμενος, οἶα νηπίους αὐτοὺς διὰ τῆς
σωματικῆς ἐπαγγελίας πείθεσθαι τοῖς εἰρημένοις προ-
τρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς
νοουμένης κατὰ τὴν σωτήριον παραϐολήν· ἥ τὸν
ἐπουράνιον λέγεται παραδέχεσθαι σπόρον, ἀκόλουθόν
ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἦτοιτὰς κατ’ ἀρετὴν προκο- ο
πᾶς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτῇ ἓν τῇ
τῶν οὐρανῶν βασιλείᾳ. Ὅθεν πρὸς μὲν τὴν λέξιν,
αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ὴ διὰ τῶν ἔργων ἐκ-
ϐασις· παραχρῆμα γὰρ καὶ ούκ είς μακρὰν οἱ ἀπει-
ϐήσαντες, τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν ·
ἐπελθόντων ἀὐτοῖς Ῥωμαίων , καὶ πολέμου νόμῳ
πάντας χειρωσαμένων· εἰ δὲ καὶ διαϐολική τίς ἐστι
μάχαιρα, καὶταύτῃ ἔκδοτοι γεγόνασι, διὰ τὸ ἀπειθῆ--
σαι τῇ κλήσει τῆς τοῦ Θεοῦ χάριτος.
«Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης
irpicem; ὲν δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δέ
φονευταί. ι-ι Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ
πατέρες ὑμῶν καὶ ύμεῐς; ι Διδάσκει τοίνυν ό λόγος (7),
ὑς πάλαι μὲν τὴν πόλιν ᾤκησαν ἄνδρες πιστοὶ, δι’
ὧν πιστὴ πόλις ἐχρημάτιζεν· ὥσπερ ἂν εί τις εἴποι,
πιττῶν πόλις · ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δι-
καιοσύνης, ὡς ἂν ὲναρέτων ψυχῶν οίκητήριόν ποτε
γενομένη· διὸ κεκοιμᾶσθαι ἐν αὐτῇ δικαιοσύνην, τουτ-
έστιν, ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. Πάλαι
rip πλήρης τούτων ἐτύγχανε· τάχα που κατὰ τοὺς
χρόνους Δαυῒδ, ὃς πρῶτος ἐλὼν τὴν πόλιν ἐκ χειρὸς
ἀλλοφύλων, τὴν κιϐωτὸν τοῦ Θεοῦ καί τὴν σκηνὴν ἐν
αὐτῇ κατεστήσατο, αὑτός τε αὐτὴν ᾤκησε βασίλειον
ἀποδείξας ἐαυτοῦ, ὼς χρηματίσαι πόλιν Δαυτδ.
«Τδάργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μί-
στονσι τὸν οἶνον ὕδατι. ι Ἦν γὰρ τὸ ἀργύριον αὐτῶν
ἀδόκιμον, ἐπειδὴ μετὰ τὸ ἐκπορνεῦσαι, καὶ φονευ-
ti; γενέσθαι, προσεποιοῦντο θεοσεϐείας λόγον ἀπαγ-
γέλλειν καὶ τὰς θείας Γραφάς διερμηνεύειν καὶ δευ-
τερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. Καὶ
αὒτοὶ δὲ oi. ’διδάσκαλοι αὐτῶν καπηλεύοντες τὴν διδα-
σκαλίαν, κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες
τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ
ἐπιστνπτικὺν τῶν θεοπνεύστων Γραφῶν νοῦν διὰ τῆς
μνθικῆς αὐτῶν καὶ ληρώδους δευτερὼσεως.
«Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν. ι
θῦτω καλούμενοι ὑπὸ τοῦ Σωτῆρος οὐχ ὑπήκουον ·
ἁπλῶς δὲ εἰπεῖν, Θεῷ ἀπειθοῦσιν, ἐκκλίνοντες ἀπ’ αύ-
τοῦ καὶ τοῖς διατεταγμένοις ὑπ’ αὑτοῦ μὴ ἐμμένον-
τες, ι ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρ-
φανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χηρῶν οὐ προσέχον-
⁸ ,λιι vlt, 52.
(7) Hm: nonnullis adjectis manifeste transtulit Hieronymus, qui ait : Nec ambigo fuisse in ea san-
ctos ritas, et cwtera, qua: ibi videsis.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.