PG 25, col. 304

οὐχ αἱ τυχοῦσαι Ἐκκλησίαι αἱ πάσχουσαι (ib), ἀλλ’
ὧν αὐτοὶ οἱ ἀπόστολοι δι’ ἑαυτῶν καθηγήσαντο. Διὰ
τί δὲ ’περὶ⁵ τῆς· Ἀλεξανδρέων Ἐκκλησίας-(Η) μάλι-
στα οὐκ ἐγράφετο ἡμίν; Ἢ ἀγνοεῖτε, ὅτι τοῦτο ἔθος
ἦν, πρότερον γράφεσθαι ἡμῖν, καὶ οὕτως ἐνθεν ὸρὶ-
ζεσθαι τὰ Binum; Εἰ μὲν οὖν τι τοιοῦτον ἦν ὑποπτευ-
θὲν είς τὸν ἐπίσκοπον τὸν ἐκεῖ, ἔδει πρὸς τὴν ἐνταῦ-
θα Ἐκκλησίαν γραφῆναι ' νῦν δὲ οἱ ἡμᾶς μὴ πληρο-
φορήσαντες, πράξαντες δὲ αὐτοὶ ὡς ἠθέλησαν, λοιπὸν
καὶ ἡμᾶς οὐ καταγνόντας βούλονται συμψήφους εἶναι.
Οὐχ οὕτως αἱ Παύλου διατάξεις, οὐχ οὓτως οἱ πατέ-
Β ρεξπαραδεδὼκασιν· ἄλλος τύπος ’ἐστὶν οὗτος. καὶ
καινὸν τὸ ἐπιτήδευμα. Παρακαλῶ, μετὰ προθυμίας
ἐνέγκατε · ὑπὲρ τοῦ κοινῇ (15) συμφέίροντός ἐστιν ἃ
γράφω· ἃ. γὰρ παρειλήφαμεν παρὰ τοῦ μακαρίου
Πέτρου¹τοῦ ἀποστόλου, ταῦτα καὶ ὑμῖν δηλῶ” καὶ
οὐκ ἂν ἔγραψα, φανερὰ ἡγούμενος εἶναι ταῦτα παρὰ
πᾶσιν, εἰ μὴ τὰ γενόμενα ἡμᾶς ἐτάραξεν. Ἐπίσκοποι
ἀρπάζονται καὶ ἑκτοπίζονται · ἄλλοι δὲ. ἀλλαχόθεν άν-
τιτίθενται, καὶ ἄλλοι ἐπιϐουλεύονται· ὥστε ἐπὶ μὲν
τοῖς άρπασθεῖσιν αὐτοὺς πενθεῖν, ἐπὶ δὲ τοῖς πεμπο-
μένοις άναγκάζεσθαι, ἵνα, οὓς μὲν θέλουσι, μὴ ἐπιζη-
τῶσιν, οὓς δὲ μὴ βούλονται, δέχωνται. Ἀξιῶ ὑμᾶς
μηκέτι τοιαῦτα γίνεσθαι, γράψατε δὲ μᾶλλον κατὰ
τῶν τὰ τοιαῦτα ἐπιχειρούντων, ἕνα μηκέτι τοιαῦτα
πάσχωσιναὶ Ἐκκλησίαι, μηδέ τις ἐπίσκοπος ἦ πρε*
σδύτερος ὓϐριν πάσχῃ, ἢ παρὰ γνώμην, ῶσπερ ἐδή-
λωσαν ἡμῖν, ἀναγκάζηται τις ποιεῖν, ἵνα μὴ καὶ πα-
ρὰ τοῖς ἔθνεσι γέλωτα ὸφλήσωμεν, καὶ πρό γε πάν-
των, ἵνα μὴ (16) τὸν Θεὸν παροξύνωμεν. ’Ἕκαστος
γὰρ ἡ μῶν ἀποδώσει λόγον ὲν ἡμέρᾳ κρίσεως περὶ ὧν
ἐνταῦθα ἔπραξε. Γένοιτο δὲ πάντας κατὰ Θεὸν φρονῆ-
σαι, ἵνα καὶ αἱ Ἐκκλησιαε τοὺς ἐπισκόπους αὐτῶν
ἀπολαϐοῦσαι, χαίρωσι διὰ παντὸς ἐν Χριστῷ Ἰη-
σοῦ τῷ Κυρίῳ ήμῶν, δι’ οὗ τῷ Πατρὶ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐῥρῶσθαι ὑμᾶς
ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελ,-
φοί(17).
56. Ταῦτα τῆς ἐν Ῥώμῃ συνόδου γραψάσης διὰ
Ἰουλίου τοῦ ἐπισκόπου Ῥώμης, ἐπειδὴ πάλιν ἡναι-
σχύντουν οἱ περὶ Εὑσέὸιον, τάς τε Ἐκχλησίας ἐτάρατ-
τον, καὶ πολλοῖς ἐπεϐούλευον, μαθόντες οἱ θεοφιλέ-
στατοι βασιλεῖς Κωνστάντιος καὶ Κώνστανς, ὲκέλευ-
σαν τούς τε ἀπο τῆς Δύσεως καὶ τῆς Ἀνατολῆς ἐπι-
σκόπους συνελθεῖν εις τὴν Σαρδῶν πόλιν. ’0 μὲν οὖν
Εὑσέὸιος(18) ἐν τῷ μεταξὺ τετελεύτηκε · πλείστων δέ
HM Ita Reg. Editi vero, Ἀλεξανδρέων πόλεως.
(15) Reg" κοινοῦ.
(16) Ἵνα μή in editis deest. Nos ex Reg. sumpsi-
ωιῖῗίι) Haec, τέλος τῆς ἐπιστολῆς Ἰουλίου τοῦ sm-
σκόπου Ῥώμης, finis epistola! Iulii episcopi Romani,
σκοπου ΓωμἼς, [mu epulata! Jul" episcopi namw
quae In editis epebantur, a Reg. et Basul. absum.
(lSi Socrate . ιι. c. 12. et Sozomeno l. Ill. c.
(18) Socrate 1. ιι. c. 12, et Sozomeno l. Ill, c. ε.
auctoribus, obiit Eusebius Julii litteris nondum
γ acceptis, atque adeo anno 542, sed iis refragari

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.