PG 25, col. 525

δυνήσῃ; Ὦ ἀγαπητὲ Δρακόντιε, ἀντὶ χαρᾶς λύπην
ἡμῖν (51) πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν.
Προσεδοκοῦμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ’ ἡμῶν,
καὶ νῦν βλέπομεν φεύγοντά σε, καὶ ὁρῶμεν, ὃτι κρι-
νόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ.
Καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί·;
Τ ίς ἀνακάμψει ἐπὶ σὲ είς είρήνην, ὁρῶν τοὺς ἁδελ-
φοὺς, δι’ οὓς Χριστὸς ἀπέθανε, βλαϐέντας ἐπὶ τῇ σῇ
φυγῇ (5‘2); Δεῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιϐάλλειν,
ὃτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς
δὲ, οἷς κατεστάθης. Καὶ πρὶν μὲν λάϐῃς τὴν τῆς
émaxofrfig χάριν, οὐδεὶς ὲγίνωσκέ σε’ γενόμενονδὲ
λοιπὸν, ot Mat προσδοκῶσι φέροντά σε (55) τροφὴν
αὺτοῖς, τὴν ἐκ τῶν Γραφῶν διδασκαλίαν · ὅταν τοίνυν
οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σαυτὸν(54) μόνον
τρέψῃς, καὶ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,
ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν,
ὁρῶντος αὑτοῦ τὰ ῖδια πρόϐατα λιμώττοντα; Εἰ μὲν
γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε·
λαϐόντα δὲ καὶ χώσαντα (55) καὶ κρύψαντα, μέμψαιτ’
ἂν εἰκότως, λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο,
κᾶν ἀκοῦσαι τὴν σὴν εὐλάϐειαν· Ἔδει σε ,ϐαλεῖν
τὰ δηνάριά μου τοῖς τραπεζῗταις, ἵνα ἐλθὼν κάγὼ
παρ’ ἐκείνων ἀπαιτήσω.
audiat : Oportuil le projicere denarios meos trupezilis, ut ego veniens ab illis repeterem ⁷⁵.
5. Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ
μὲν, ἵνα μὴ κινδυνεύσῃς · ἡμῶν δὲ, ἵνα μὴ λυπηθῶ-
μεν ἐπὶ σοί. Φρόντιζε τῆς Ἐκκλησίας, ἴνα μὴ διὰ σὲ
πολλοὶ τῶν μικρῶν βλαΰῶσι, καὶ οἱ ἄλλοι δὲ πρόφα-
σιν λάϐωσιν εἰς τὸ ἀναχωρεῖν. Εἰ μὲν οὖν τὸν και-
ρδν ἐφοϐήθης, καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ
ἀνδρικὸν τὸ φρόνημα· ἔδει γὰρ τὸν κατὰ Χριστὸν
ζῆλον ἑν τοῖς τοιούτοις ἐπιδείκνυσθαι (56), καὶ μᾶλ-
λον ὲν ταῖς περιστάσεσι παρρησιάζεσθαι, λέγειν τε
τὰ τοῦ μακαρίου Παύλου ῥήματα · Ἐν τούτοις πᾶσιν
ὑπερνικῶμεν· καὶ μάλιστα, ὅτι οὐ πρέπει-τῷ καιρῷ
δουλεύειν, ἀλλὰ τῷ Κυρίῳ ” εί δὲ τῶν Ἐκκλησιῶν ή
διάταξις οὐκ ἀρέσκει σοι, οὐδὲ νομίζεις τὸ τῆς ἐπισκο-
πῆς λειτούργημα μισθὸν ἔχειν. ἀλλὰ (57) καταφρονεῖν
τοῦ ταῦτα διαταξαμένου Σωτῆρος πεποίηκας σαυτόν·
παρακαλῶ, μὴ τοιαῦτα λογίζου, μηδὲ ἀνέχου τῶν
ταῦτα συμϐουλευόντων ’ οὺ γὰρ ἄξια Δ ρακοντίου ταῦτα.
*Α γὰρ ὁ Κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα
καλὰ καὶ βέὸαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία
παυσεται.
autem modo futurum est ut fratrum formido compescatur.
⁷⁸ trem. xv, 5. ⁷⁵ Matth. xxv , 27 ; Lttc. Χικ, 25 eadem sententia, sed non iisdem verbis. "‘ Rom.
VIII, 57.
S_ic εἶρα-ρης). e_t Felck. 7 anon. Editi cttm
aliis, ἡμᾶς. Illox Eelck. 5 auom, προσεδοκῶμεν.ΑΙιί
Omnes, προσεδοκοῦμεν.
(52) Anglic” διεξτῂν σὴν φυγήν. Mox editi men-
dose. μὲν-κατασταθείς. Reg: litigi. Felck. 5 anon.
κατασταθῇς.
(55) Σέ deest in Reg.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.