PG 28, col. 348

κεῖ’ ›› καὶ πάλιν· s Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆ-
σαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω⁸ ἴχνη ἀετοῦ
πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίϐους
νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. ιε ’
καὶ Sci τοιαῦτά ἐστιν αἰνίγματα’ ἕτερα γάρ τινα δη-
λοῖ, καὶ ὶτὲρων ἔννοιαν παρίστησιυ καὶ ἀσαφῆ μὶν
ἔστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν.
Βιϐλίον ιε’, Ἐκκλησιαστής.
23. Καὶ τοῦτο Σολομὼν ἔγραψε τὸ βιϐλίον, καθά-
περ προείρηται. Λέγεται δὲ Ἐκκλησιαστής, ἐπειδή
οὕτως ὠνόμασεν αὐτὸς ὁ γράψας, εἰπὼν ἐν ἀρχῇδ
‹‹ Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαϐὶδ βασιλέως Ἰσραὴλ
ἐν Ἰερουσαλήμ’ Ματαιότης ματαιοτήτων, εἶπεν ὁ
Ἐκκλησιαστής. ›› Ποικίλως δ’ ἂν ἐκλήθη ὁ Σολομὼν.
σοφὸς μὲν, ὅτι σοφίας μετέσχε· φρόνιμος δὶ, ὅτι
φρόνησις ἀληθείας ἦν ἰν αὐτῷ· πεπαιδευμένος δὶ,
ὅτι τήν ἀληθινὴν παιδείαν παρὰ Κυρίου εἶχεν.
Ἐκλήθη οὖν Ἐκκλησιαστὴς, ὅτι αὐτὸς ἐξεκλησίαζε
τοὺς λαοῦ, καὶ ἐλάλει τὰ τοῦ πνεύματος. Ἐν τούτῳ
δὲ τῷ βιϐλίῳ περὶ τῆς φυσικῆς θεωρίας φιλοσοφῶν
φαίνεται. Ἐπειδὴ γὰρ Αἰγύπτιοι μὲν ἐφαντάζοντο,
Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ
τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν
τοὺς ἐπιχειροῦντας περὶ τούτων ζητεῖν, φάσκων·
ιι Ού δυνήσεται ἅνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ
πεποιημένον ὑπὸ τὸν ἤΛιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωα-
πος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσειν s διαϐάλλει δὲ
καὶ τήν Αἰγυπτίων περὶ γενεθλιαλογίας νόησιν, λέ-
γων· s Τηρῶν ἄνεμον ού σπερεῖ, καὶ βλέπων ἐν ταῖς
νεφέλαις ού θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων, τί ἡ
ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης,
οὕτως ού γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει
τὰ σύμπαντα. υ Εἶτα καὶ περὶ τήν Θεωρίαν ἱκάοτου
γιγνόμενος συνεῖδεν, ὅτι μάτην ἐστι περὶ τοιούτων
ζητεῖν, καὶ μόνον τὰ τοιαῦτα μόχθον γεννᾷ. Οὐ γὰρ
ἀπὸ τοῦ γινώσκειν τὰ τοιαῦτα, ἀλλ’ ἀπὸ τοῦ πρακτι-
κοῦ βίου ὁ σοφὸς καὶ δίκαιος συνίσταται. Λάγει γάρ’
s Και γε ὅσα ἐὰν εἴπῃ σοφὸς τοῦ γνῶναι, ού δυνήσε-
ται τοῦ εὑρεῖν· Ὅτι σύμπαν τοῦτο ἔδωκα εἷς καρ-
δίαν μου, καὶ ψυχή μου σύμπαν εἶδε τοῦτο, ὡς οἱ
δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρι
Θεοῦ. ›› Είκότως τοίνυν αερὶ τῶν τοιούτων ζήτησιν
διαϐὰς, καὶ περὶ κήν ἀνθρωπίνην πολιτείαν καταγιο
γνόμενος, ὁρῶν τε πολλὰ καὶ ποικίλα τὰ τῶν ἀνθρώ-
πων συμπτώματα, συνίστησιν, ὅτι προνοίᾳ τὰ πάντα
διοικεῖται, λέγων· ι Οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ ού
τοῖς συνετοῖς [δυνατοῖς] ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ
e. vm, 17. ²⁴ Eccle. χι, 4, 5. ³⁸ Eccle. vni,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.