PG 28, col. 909

καὶ οἵοις ὀφθαλμοῖς δεῖ ένατενίζειν ἔνδον, καθαροῖ‹
ἀδόλοις, εὖμεταδότοις, φιλ οπτώχοις;
2. Τί οὗν 6 εὐαγγελιστής Λουκᾶς; καλὸν γὰρ ἡμᾶς,
τῆς πάσης πραγματείας ἐπιλαοέσθαι· ι( ’ᾨφθη δὲ αὐ-
τῷ, φησὶν, ἅγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν το
θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἰδὼν Ζαχαρίας
ἐταράχθη, καὶ φόϐος ἐπέπεσεν ἐπ’ αὐτόν. Εἶπεδ
αὐτῷ 6 ἄγγελοςο Μὴ φοϐοῦ Ζαχαρία, διότι είσηκού
σθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάϐετ ἡ συγγενής σου
γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάν
νην, Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντ
τῷ Λαῷ σου. ›› Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ι
Ζαχαρίας έν τούτῳ, δειλίᾳ καὶ φόϐῳ Θεοῦ συλληφθεὶς
ἆνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων” ’Έξω φόϐου
κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοϐοῦ,
Ζαχαρίαο καὶ πῶς οἶόν τε τοῦτο ; "0 οὐκ εἶδόν ποτε,
νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώμα-
τον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον
ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόϐατον δρομέα πτε-
ροϐόλον,θυσιοπάρεδρον λόγον έκϐάλλεις,καὶ φόϐον δει-
κνύεις τὰ ματά σου πύρινα,καὶ τὰ ἰπαγγέλματά σου
δύσπιστα. Ἐλισάϐετ κυοφορήσει, κάγὼ πατὴρ ἀναδει-
χθήσομαι; ’Ὀτε θανάτου γειτονία, τότε παιδὸς φυτουρ-
γία ; Ὅτε πάππος τὴν ἠλικίαν,τότε πατὴρ τήν προσδο-
κίαν ; λόγος πρὸς γόνον οὐδείς’ ἐσϐέσθη τὰ γεννητικὰ
μόρια, ἑκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς
ὄρεξιν μένει, λήθην εαυτῆς εἰργάσατο, Καγὼ τῷ γή-
ρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάϐετ πρὸς ἑτοιμα-
σίαν βακτηρίαν μεμισθωται. "Arreti ἡ ξηρὰ ῥάϐδος,
τοῦ ’Δαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατά τί γνώ-
σομαιτοῦτο; Ὀ δὶ ἅγγελος πρὸς αὐτόν· Τί ἀδολε-
σχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ
οὐκ ἦν Ἀϐραὰμ ἐκατονταετής, καὶ Σάρῤα πρὸς νέ-
κρωσιν μήτρας άσχολουμένη ; Μὴ ἔστειλεν 6 τούτων
καρπός; Et μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας·
εἰ δὲ ἐξ ὲκείδων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ,
Ὁ ἐθνικὸς ’Δϐραᾶμ ἐπίστευσε, καὶ 6 ἱερατικὸς ἀμ-
φιϐάλλεις; ἐκεῖνος ἐκτὸς θυμιάματος ὶμυρίσθη, καὶ
σὺ ἐν τῷ θυσιαστηρίῳ έκαπνίσθηςς ἐκεῖνος τὸν κλη-
ρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τόν πρόδρομον
Ἰωάννην εἷς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης
ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός
σου τήν γλωττιαίαν κλεῖδα βαστάζει. αὐτὸς πρὸς
Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου
τοῦ προφήτου προπορεύσεται. οὐ πύρινον σκεῦος ἀρ-
ματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνιιον λουτρὸν εὐτρεπίζων
διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν. Διό σοι καὶ
εἲπεῖν προσετάχθηψ ι( Εξσηκούσθη ἡ δέησίς σου· ››
δτι ἔφθασεν 6 καιρὸς 6 πάλαι προφητευθεὶς καὶ νῦν
πληρωθείς’ ‹‹ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά-
σατι τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίϐους
αὐτοῦ. ω Οὔκ ἄγγελος, οὐ πρέσϐυς, ἀλλ’ αὐτὸς 6
Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Διά τοῦτο, Ζαχαρία,
‘ lea. vr, 6, 7. ¹⁸ Luo. ι, 11-14. ιδ Num. xvu, 8.
⁸⁸ ibid. 13. ²¹ lea. ιι, 3.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.