PG 30, col. 128

καὶ δικαίαν ὁμολογεῖν.
6. Έὰν οῦν ὀργιζόμενον, ἢ λυπούμενον, ἡ μεταμε-
λόμενον, ἢ μή κατ’ ἀξίαν τινὶ χρώμενον ἡ Γραφή
λέγει, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ
μεριμνᾷν, τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν·
ούχί δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ Θεοῦ ὑπολή-
ψεις. Καὶ οὕτως ἁπροσκόπως ἐντευξόμεθα ταῖς Γρα-
φαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἐκ δὲ τῶν
ἀσαφεστέρων ού παραϐλαπτόμενοι. Ἐὰν δέ τις ἐγ-
καλῇ τῆ Θείᾳ Γραφῇ, ὡς ού διδασκαλικῇ οὐδὲ ἐνεργηο
τικῇ τῶν ὠφελεῖσθαι δυναμένων , καταμανθανέτω
πᾶσαν τήν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς
πνευματικοῖς μόνον, ἀλλὰκαὶ ἐν τοῖς ὑποδεεστέροις
καὶ τοῖς κατά τὸν βίον πράγμασιν· ὅτι τοῖς μὶν ἀλό-
γοις εὔκολον ἓδωκε τὴν πρὸς τὸ ζῇν ἀφορμήν· τρο-
φὰς αὐτομάτους, καὶ σκέπην αύτοφυᾶ· καὶ τά ἐκ
τριχῶν καὶ πτερῶν ἐνδύματη ἡ τὰ σύμπαντα οἷκο-
νομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὶ ἄνθρωπον γυ-
μνὸν παραγαγοῦσα, λόγον ἔδωκεν ἀντὶ πάντων, δι’
οὗ α⁹ί τε (54) ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδο-
μικὴ, ὑφαντικὴ, γεωργίας χαλκευτικὴ τὸ τοῖς σώ-
μασιν ἐνδέον ἁναπληρούσης τῆς ψυχῆσ τῇ παρουσίᾳ
τοῦ λόγου. ’Ὠσπερ οὖν ἐν τούτοις, οὐχὶ βασκαίνων
ἡμῖν πρὸς τὸ ζῇν ἀφορμῶν, παραπλησίως τοῖς ἀλό-
γοις συναπογεννηθῆναι πάντα ὁ δημιουργὸς ἡμῶν οὗ
συνεχώρησεν, ἀλλὰ τήν ἔνδειαν τῶν ἀναγκαίων, γυ-
μνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ
τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ’ ὠφελείᾳ τοῦ νοῦ
διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. ΙΙρῶ-
τον μὶν, *ίνα τούτοις ἐνασχολούμενοσ τῶν χειρόνων
ἀφέλκηται· ἒπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν
πως ἀγαπᾶται , καὶ τὰ διὰ μακροῦ χρόνου προσ-
γενομενα μονιμώτερον παραμένει· ὧν δὶ ῥᾳδία ἡ
κτῆσις, ού περισπούδαστος ἡ ἀπολαυσις. Εύκατα-
φρονητος γὰρ ἠ τῶν προχείρων παρουσία, καὶ οὐδεῖ
μιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἓχουσι. Διὰ τοῦτο καῖ
ἠ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία , καὶ, ,ού
μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ
συγγένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς
κατὰ ἐπίκρυψιν ἐν τῇ Γραφῇ δηλουμένοις. Ὀθεν καὶ
Ἰωσὴφ καὶ Δανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ
ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ αύεάρκη τὰ τῶν
ἐννοιῶν πρὸς τήν θήραν τῆς ἀληθείας. Πρὸς δὴ τοῦτο
χρεία τῆς έν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς
τήν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν (55) ταῖς
Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὶ πρὸς
τῇ καθαρότητι τοῦ βιου καὶ τῆς δν ταῖς Γραφαῖς δια-
τριϐῆς, (ίνα τὸ σεμνοπρεπές καὶ μυστικὸν τῶν θείων
λογίων ἐκ τῆς συνεχοῦς μελέτης ὶντυπωθῇ τῇ ψύχῇ .
Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη,συν-
ῥί-τε, _Fo_rte. αἵγε, Ευιτ.
(54; Αἵ τε, Forte. αἵγε, Ευιτ.
(55 Editi, ἐπί. At mss. tres, ἰν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.