PG 32, col. 1105

ex illo ; non primitivum exemplar, sed imago. Hie eonsubstantialis, praecipue super omnia et pecu-
liariter; non tanquam ea quae sunt ejusdem generis, non tanquam ea quae distributa sunt; sed velut
ex uno genere unaque specie divinitatis, una et sola progenies, individuo et incorporali progressu:
per quem quod generat manens in generativa proprietate, processitin genitam proprietatem.
ΕΗῙΣΤΟΔΗ ΤΞΓ.
Laudatur supra alios Scipturte interpretes Aplolinariitis, ab eoque petitur, ut se de rebus obscuris
consu ι pa aa ur.
consuli patiatur.
Ἀπολιναρ ίῳ. Α
Τῷ δεσπότῃ μου, τῷ αἱδεσιμωτοίτῳ ἀδελῷ, ’Λπο- ι
λιναρίῳ, Βασίλειος. Διημάρτομεν τῶν προφάσεων,
δι’ ὧν ἓνῆν προσειπεῖν σου τὴν εὐλάϐειαν, καίτοιγε
ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαν-
τες. Σε γὰρ ἓν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπ’ ἐκεί-
νοις ἥσθημεν. Ὀντως γὰρ ἡμῖν ἔδοξας οἷς πεπνῦ-
σθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀίσσουσιν (30)·
οὕτως ἐπ’ ἀσφαλοῦς τῆς διανοίας τὴν εξήγησιν ἄγων.
Καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων
λογίων ἅπτεται τῆς ψυχῆ ς μου. Προϐαλεῖν μεν οὖν
σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξω πέρα
τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. Σιωπᾷν δὲ
πάλιν οῦ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαϐεῖν ἐφιέ-
μενος. Ἀριστον οὖν μοι κατεφάνη πυθέσθαι σου,
πότερον ἓφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν
ἀπορουμένων, ἦ χρὴ τὴν ἡσυχίαν οἴγειν. Ὀπότερον
δ’ἆν ἀποκρίνῃ, τοῦτο φρλάξομεν τοῦ λοιποῦ. Ἐῥρωι
μένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον έχοιμέν
σε διαπαντός.
ΕΙᾘΣΤΟΛΗ ΤΞΔ’.
Basiliam frustra quaesitum in Cappadocia Apolinarius oblata occasione per litteras salutat. Nan-
tiat venisse episcopos Egyptios, et's'cripta allata esse prorsus necessaria ad eos refellendos, qui an-
tea aperte co’ntradiceban't, nunc occulte’contradicunt, introducto simili secundum essentiam, ut con-
sybstantiale abrogetur. Sa'nw fidei defensionem nemini magis congruere declarat. quam Basilio et
Gregorio.
Βασιλείῳ Ἀπολινοίριος.
Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασι-
λείῳ, Ἀπολινοίριος ἓν Κυρίῳ χαίρειν· Ποῦ ἥμην
αὐτὸς, δέσποτα, ποῦ δε ἡ ποθεινοτάτη φωνὴ καὶ
γράμμα τὸ σύνηθες; τί δε οὐ παρὼν ἀμύνεις, ἦ καὶ
ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατά τῆς
εὐσεϐείας έρῥωγοτος, καὶ ἡμῶν οἷον ἓν μέσῃ παρα-
τάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν
πολεμίων βίαν; Σὲ δὲ, οὐδ’ ὅπως ἂν ζητήσωμεν,
ἔχομεν· imi. μηδὲ οὗ τυγχάνεις διατρίϐων εὑρί-
σκομεν. Ἀλλ’ ἐζήτησα μὶν ἐν τῇ Καππαδοκῶν, imi.
καὶ οὕτως ἤγγελλον οἱ έν Πόντῳ σοι περιτυχόντες,
ἐπηγγέλθαι σε ἡᾶττον ίπανθξειν· οὐχ εὗρον δὲ ἔνθα
ἤλπιζον. Νῦν δε ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα
χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα
ένεχείρησα. Ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγρά-
φειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος. Ἰσθι
δὲ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων έπίδημία
τῶν ἀπ’ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα
παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὖτοὶς, καῖ τοὶς
καθ’ ὁμοφωνίαν τῶν θείων ἓν Νικαίᾳ γραφεῖσιν.
(30) Ὀδ. Κ, 495.
’Ex Monument. Eccl. Gr. t. ΙΙ, p. 89.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.