PG 34, col. 1250

κὸς φρονοῦσα, ὑποταττομένη ἀρχαῖς, ὑπείκουσα
ἐξουσίαις, ὑποκατακλινομένη ἐπισκόποις ⁸ σεμνο-
λογοῦσα τὸ πρεσϐὐτέριον, τιμῶσα τὸν κλῆρον ἅπαντα,
καὶ ὁμολογίας κατηξιώθη ὑπὲρ τῆς ἀληθείας, πολλὰς
δεξαμένη νιφάδας ἀκαίρων κατηγοριῶν. Ἣς τὸν βίον
ἐν ὀμολογητρίαιι, κρίνουσιν, ὅσοι τῶν εὐσεϐῶν τὴν
Κωνσταντινούπολιν οἰκοῦσι· ἥτις τά θανάτου ἐκιν-
δύνευσεν τοῖς κατά Θεὸν ἀγῶσιν ⁸
καὶ ἐν τούτοις
τελευτήσασα, τὸ μακάριον ἤρατο κλέος ἐν τῷ ἀπε-
ράντῳ αἰῶνι στεφανηφοροῦσα καὶ χορεύουσα, τὰς
ἀκηράτους μονάς μετά θείων ψυχῶν καὶ ὁμοίων
ἐαυτῇ εἷς ἀεὶ κατοικοῦσα, καί τῶν ἀγαθῶν ἔργων
παρά τοῦ Δεσπότου Θεοῦ μετά παῤῥησίας τάς ἀμοι-
ϐἀς ἀπαιτοῦσα.
ΚΕΦΑΛ. PME'.
Περί Κανδίδας.
Ταύτης κατόπιν καὶ ἰσοτρόπως καὶ ἀξίως τοῦ Ku-
ρίου βιώσασα ἡ μακαρία Κανδίδα, ἡ Τραϊανοῦ θυγά-
τηρ τοῦ στρατηλάτου, καὶ εἰς ἄκρον σεμνότητος ἐλά-
σασα, ἐκκλησίας τε κατά λόγον κοσμήσασα, καὶ
ἐπισκόπους ἀξίως τῶν τοῦ Χριστοῦ μυστηρίων σεϐα-
σθεῖσα, καὶ πάντα τὸν τοῦ Χριστοῦ κλῆρον καταλ-
λήλως τιμήσασα, καὶ τὴν ἰδίαν θυγατέρα κατηχήσασα,
εἷς τὸν τῆς παρθενίας κλῆρον προέπεμψε ταύτην
πρὸς τὸν Χριστὸν δῶρον, τῶν αὐτῆς λαγόνων ⁸ εἰς
ὕστερον δὲ καὶ αὕτη σωφροσύνῃ τε, καὶ ἁγνείᾳ, καὶ
τοῖς τῶν χρημάτων σκορπισμοῖς ἐπακολουθήσασα τῇ
ἑαυτῆς θυγατρίι Ταύτην τὴν γενναῖαν οἶδα ἐγὼ διὰ
πάσης τῆς νυκτὸς κοπιῶσαν, καὶ ἀλήθουσαν ταῖς
ἰδίαις χερσὶν, ποιοῦσαν τὸν ἄρτον τῆς προσκομιδνῖκ
ἐπὶ καθαιρέσει τῆς τοῦ σώματος δυναστείας, διηγου-
μένην ὅτι τῆς νηστείας μὴ ἐπαρκούσης, σύμμαχον
δίδωμι ταύτῃ καὶ τὴν ἐπίμοχθον ἀγρυπνίαν, ἳνα
καταλύσω τὰ, φρύαγμα τοῦ Ἠσαῦ. Αὕτη ἐναίμων μὲν
καὶ ἐμψύχων εἰς ἄκρον ἀπέσχετο, πλὴν ἰχθύος καὶ
ἐλαίου καὶ λαχάνων ἐλάμϐανεν ' καὶ ταῦτα ἐν ἑορτῇ
μόνον. Τὸν δὶ ἄλλον ἅπαντα χρόνον διατελοῦσα, ὀξυ-
κράματι καὶ ἄρτῳ ξηρῷ ἀρκουμένη ἐν ἑαυτῇ, τὴν
μακαρίαν ἀνάπαυσιν ἡ ἀοίδιμος κοιμηθεῖσα τῇ σκληρ-
αγωγίᾳ, νῦν ἀπολαύει τῶν αἰωνίων ἀγαθῶν τῶν
ἡτοιμασμένων τοῖς τὸν ἐνάρετον βίον ἠγαπηκόσιν.
ΚΕΦΑΛ. ΡΜς.
[Ιερί Γελασίας.
Ταύτης τῆς ἐναρέτου κατὰ ζῆλον ὥδευσεν τήν τῆς
ἀθανασίας ὁδὸν εὐσεϐῶς ἑλκύσασα τὸν τῆς παρθε-
νίας ζυγὸο ἡ σεμνοτάτη Γελασία, θυγάτηρ τριϐού-
νου τινός. Ταύτης τῆς ἀρίστης ἀρετή αὕτη φερεται,
ὅτι ἥλιος οὐδέποτε ἐπέδυ ἐπὶ )ύπῃ ταύτης, οὐ κατά
οἰκέτου, οὐ κατά θεραπαίνης, οὐ κατά τινος ἐτέρου.
’Δποφυγοῦσα γοῦν αὕτη ἡ μακαρία τήν τῶν μνησι-
κάκων ὁδὸν, τήν εἰς θάνατον αἰὼνιον φέρνυσαν, τῆς
εἰς ἀίδιον ζωήν φερούσης ἐπελάϐετο.
ΚΕΦΑΛ. ΡΜῖ.
Περὶ Ἰουλιανῆς.
Ἰουλιανή τις πάλιν ὀνόματι παρθένος ἐν Καισαρείᾳ μ
40

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.