PG 34, col. 1249

λόγου, σύνευνος δὲ πάσης ἀληθοῦς ταπεινοφροσύνης ⁸ Α ταύτης βίον καί ἀγγελικὴν πολιτείαν, ὡς ἅτε πνευ-
ἐπήρκεσεν. Οὔτε γάρ πόλις, οὐ χώρα, οὐκ ἔρημος,
οὐ νῆσος, οὐκ ἐσχατιά ἄμοιρος ἔμεινεν τῶν ταύτης
ἐπιδόσεων τῆς ἀοιδίμου ⁸ ἀλλ’ ἐπήρκεσεν καὶ ἐκκλη-
σίαις εἰς ἀναθέματα ἰερουργικά, καὶ μοναστηρίοις,
καὶ κοινοϐίοις, καὶ πτωχοτροφείοις, καὶ φυλακαῖς,
καὶ τοῖς ἐν ἐξορίαις, καὶ πᾶσαν ἁπλῶς τήν οἰκουμέ-
νην κατασπείρασα ταῖς ἐλεημοσύναις· Αὕτη ἡ μακα-
ρία εἰς τὸν ἀκρότατον ’ὀρον ἐξεπήδησεν τῆς ταπεινο-
φροσύνης, εἰς ὅν οὐκ ἧν ἐφευρεθῆναί τι πλέονοάκε-
νόδοξος βίος, ἀσχημάτιστον εἶδος ⁸ ἄπλαστον ἦθος ⁸
ἂκαλλώπιστος ὄψις ⁸ ἄυλον σῶμα ⁸ ἀπέρπερος νοῦς ⁸
ἄτυφος γνώμη ⁸ ἀτάρακτος καρδία* ἄϋπνος ἀγρυ-
πνία ⁸ ἀπερίεργον πνεῦμα ⁸ ἀμέτρητος ἀγάπη ⁸ ἀκα-
τάληπτος κοινωνία⁸ εὐκαταφρόνητος ἐσθής ⁸ ἐγκρά-
τεια ἄμετρος ⁸ εὐθύτης διανοίας εἰς Θεόν⁸ ἐλπίδες
ἀένναοι ⁸
ἐλεημοσύναι ἀνεκδιήγητοι ⁸ πάντων ταπει-
νῶν ἐγκαλλώπισμα ⁸ πολλοὺς πειρασμοὺς ἐξαντλή-
σασα ἐξ ἐνεργείας τοῦ ἐθελοκάκου καὶ ἀπειροκάλου.
Οὐ μικροὺς ἀγῶνας ἀγωνισαμένη ὑπὲρ ἀληθείας
Θεοῦ· ἀμέτροις δακρύοις νύκτωρ καί μεθ’ ἡμέραν
ἀνενδεῶς συμϐιώσασα ⁸ ὑποταττομένη πάσῃ φοσει
ἀνθρωπίνῃ διά τὸν Κύριον· μετά πάσης εὐλαϐείας
ὐποκλινομένη τοῖς ἐπισκόποις τοῖς ἀγίοις ⁸ σέϐουσα
τὸ πρεσϐυτέριον · τιμῶσα τὸν· κλῆρον. Αἱδουμένη την
ἄσκησιν ἀποδεχομένη παρθενίαν ⁸ χηρείᾳ ἐπαρκοῦσα ⁸
ὀρφανίαν ἄνατρεφομένη ο γήρως ὑπερασπίζουσα ·
ἀσθενοῦντας ἐπισκεπτομένη ⁸ ἀμαρτωλοῖς συμπεν-
θοῦσα - πεπλανημένουςρδηγοῦσα ί τοὺς πάντας ι ἐλε- C
οὖσα· τοὺς πενομένους ἀφειδῶς οἰκτείρουσα ⁸ πολλάς
τε τῶν ἀπίστων κατηχήσασα γυναῖκας, καὶ τὰ πρὸς
τὴν ζωήν ἐπικουρήσασα, ἀείμνηστον χρηστότητος
ὄνομα διὰ παντὸς τοῦ βίου κατηλέησεν. Ἀπὸ δουλείας
εἷς ἐλευθερίαν τῶν οἰκετῶν μυρίων ἐσμὸν ἀνακαλε-
σαμένη, ἰσοτίμους τῆς ἰδίας εὐγενείας ἀπέφηνεν ⁸
μᾶλλον δὲ εἰχρὴ ταληθές εἶπεῖν, καὶ εὐγενέστεροι
τῷ σχήματι τῆς ἁγίας ταύτης ἐδείκνυντο. Οὐδέ γάρ
εὐτελέστερόν τι τῶν ἐνδυμάτων ταύτης εὑρεθῆναι
ἐδυνάτο. Τῶν γάρ πάνυ ῥακοδυτούντων ἀνάξια ἦν· τὰ
τῆς ὁσίας ταύτης σκεπάσματα. Τοιαύτη δέ παρ’ αὐ-
τῆς ἠπιότης ἐτρέφετο, ὡς καὶ αὐτῶν τῶν παιδίων
ὑπερακοντίσαι τὸ ἀφελές, Ψόγος οὐδεὶς οὐδέποτε οὐδὲ
τῶν πέλας παρά τῇ χριστοφόρῳ ταύτῃ ηὑρίσκετο ⁸
ἀλλά πᾶς ὁ ταύτης ἀϐίωτος βίος ἐν κατανύξει καὶ D
συχνῇ δακρύων ὑπῆρχεν καί ἦν ἰδεῖν μᾶλλον
πηγήν τὰ ἑαυτῆς ναματα ἐπιλείπουσαν ἐν τοῖς καύ-
μασιν, ἢ τοὺς ἀμετεωρίστους ταύτης, καὶ ἀεὶ τὸν
Χριστὸν ὁρῶντας ὀφθαλμοὺς διαλιμπάνειν δακρύων
ποτέ. Καὶ τί μέλλω; ὅσον γάρ ἃν παρέξω τῆ ἐμῇ.
διανοίᾳ σχολὴν τοὺς ταύτης ἄθλους τῆς πεπετρωμέ-
νης ψυχῆς καὶ ἀρετάς διηγούμενος, πολὺ ικατόπιν οἳ
λόγοι τῶν ἔργων εὑρεθήσονται. Καὶ μή τις νομὶσῃ
μὶ κεκομψευμένως λέγειν τά περὶ τῆς ἀπαθεστάτης
ταύτης, καὶ λοιπὸδ ὅλης τοῦ ἁγίου Πνεύμοιτος τιμίου
σκεύους Ὀλυμπιάδος τῆς σεμνοτάτης ⁸ ἀλλ’ αὐτ-
όπτην γεγενημένον καὶ θεωροῦντα τὸν τῆς μακαρίας
ΡΑΤιιοι. Gn. XXXIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.