PG 34, col. 456

σκωλήκων, καὶ τῆς δυσωδίας ἀφανιστική) ⁸ τὸν αὐτὸν
τρόπον καὶ πᾶσα ψυχὴ ἡ μη ἡλισμένη τῷ ἁγίῳ
Πνεύματι, καὶ μὴ μετέχουσα τοῦ ἄλατος τοῦ ἐπου-
ρανίου, τοῦτ’ ἔστι τῆς δυνάμεως τοῦ Θεοῦ, σέση-
πται, καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέ-
πλη [σ] ται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ Θεοῦ
ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν
τοῦ σκότους, καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτη
ψυχῇ ἐνοικούντων. Καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες,
οἱ ἐστι τὰ πνεύματα τῆς πονηρίας, xui αἱ δῦνάμεις
τοῦ σκότους, ἐναύτῇ ἕμπεριπατοῦσι, κάκεῖ ὸνέμον-
ται, καὶ φωλεύουσι, καὶ ἓρπουσι, καὶ αὐτὴν ὶσθίονσι
καὶ φθείρουσι. Προσὼζεσαν γὰρ, φησὶ, καὶ ἐσά-
πησαν οἱ μώλωπές μου. Ἐπὰν δὲ προσφύγῃ τῷ
Θεῷ, καὶ πιστεύσῃ, καὶ αἰτήσῃ τό ἅλας τῆς ζωῆς,
τό ἀγαθὸν καὶ φιλάνθρωπον Πνεῦμα, τότε ἐλθὸν τὸ
ἃλας τό οὐράνιον ἀναιρεῖ τοὺς δεινούς σκώληκας, καὶ
ἀφανίζει τὴν πονηρὰν δυσωδίαν, καὶ καθαίρει αὐτὴν
τῆ ἐνεργείᾳ τῆς δυνάμεως αὑτοῦ ⁸ καὶ οὕτως ὑγιὴς
καὶ ἀσινὴς ἀπεργασθεῖσα, ύπό τοῦ ἁλατος τοῦ ἄλη·
ς’. Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως, καὶ
ἀποθανεῖν, καὶ τότε ἁλισθῆναι μελισθεν, εἷθ’ οὕτως
εἰς τό πῦρ ἐπιτίθεσθαι. Ἐὰν γὰρ μὴ πρότερον θύσῃ
καὶ θανατώση τό πρόϐατον ό ἱερεὺς, οὐχ ἁλίζεται,
οὔτε εἰς όλοκάρπωσιν τῷ Δεσπότη προσάγεται. Οὕτω
καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ
ἀρχιερεῖ Χριστῷ, δεῖ τυθῆναι ὑπ’ αὐτοῦ, καὶ τῷ
φρονήματι ἀποθανεῖν, xui τῇ κακίστη ζωῇ, ἔζη»
τουτέστι τῇ ἁμαρκίᾳ, καὶ ὥσπερ ζωὴν ἐξελθεῖν δεῖ
ἐξ αὐτῆς, τὴν τῶν παθῶν πονηρίαν. Ὠσπερ γὰρ τό
σῶμα, ἐπάν ἐξελθῃ ἠ ψυχὴ, ἀπέθανε, καὶ ούκέτι ζῇ
τῇ cf”? έν ᾖέξη. οὔτε ἀκούει, οὔτε περιπατεῖ · οὗ·
τως ἐπὰν θύσῃ καὶ θανατώση τῷ κόσμῳ τὴν ζωὴν
ό ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυς
νάμεωςν αὐτοῦ, -ἀποθνήσκει, τῇ ζωῇ πονηρίας-ᾖ
ἔζη. καὶ ούκίτι οὔτε ἀκούει, οὔτε λαλεῖ, οὔτε πολι⁶
τεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας · ὅτι διὰ τῆς κα·
ριτος ἐξέρχεται, ὥσπερ ψυχὴ αὐτῆς, ἡ πονηρία τῶν
παθῶν. Καὶ ό Ἀπόστολος βοᾷ λέγων . Ἐμοὶ κόσμιρς
ἐσταύρωται, κάγὼ τῷ κόσμῳ, Ψυχὴ γάρὴὰκμὺν
ζῶσα ἐν τῷ κόσμῳ, καὶ τῷ σκότει τῆς ἁμαρτίας,
καὶ μὴ θανατωθεῖσα ἀπ’ αὐτοῦ, ἀλλ’ ἔτι τὴν ψυχην
τῆς κακίας, τοῦτ’ ἔστι τὴν ἐνέργειαν τοῦ σκοτονξ
τῶν παθῶν τῆς ἁμαρτίας ἐν ἑαυτῇ ἔχουσα, xui υπ
Χρι-
αὐτῆς ποιμαινομένη, οῦκ ἔστι τοῦ σώματος τοῦ
στοῦ, οῦκ ἔστι τοῦ σώματος τοῦ φωτός · ἀλλ’ εστι
σῶμα τοῦ σκότους καὶ εκ τῆς μερίδος τοῦ exoratis
ἀκμὴν ἐστιν. Ὠσπερ καὶ πάλιν, οἱ ἔχοντες τήξ
ψυχὴν τοῦ φωτός, τοῦτ’ ἔστι τὴν δύναμιν Ἴου
ἁγίου Πνεῦματος, ἐκ τῆς μερίδος εἶσί τολῦ φωτί)ξῖ
Ζ’. Ἀλλ’ ερεῖ · Πῶς ἑταίμὲι τοῦ. σκότους λέγεις τὴν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.