PG 34, col. 457

ἐντολὴν τοῦ Θεοῦ, καὶ ἀκούσας τοῦ πονηροῦ ὄφεως,
ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαϐόλῳ ’ καὶ έν-
εδύσατο τὴν ψυχὴν 6 πονηρός, τό καλὸν κτίσμα, 6
κατεσκεύασεν ό Θεὸς, πρὸς τὴν αὑτοῦ εἰκόνα, ὡς
καὶ 6 Ἀπόστολος λέγει · Ἀπεκδυσάμενος τὰς ἀρ-
χὰς καὶ ἐξουσίας, ἐθριάμϐευσεν αύτούς ἑν
τῷ σταυρῷ. Διὰ τοῦτο γὰρ καὶ ἦ ἔλευσις τοῦ Κυρίου
γεγένηται, ἱνα ἕκϐάλῃ αύτούς, καὶ ἀπολάϐῃ τόν
ἶδιον οἶκον καὶ ναὸν, τόν ἄνθρωπον. Τούτου τοίνυν
ἕνεκεν σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκοτους τῆς πονη-
ρίας,ἒως ού ἔστιν ἐν αὐτῇ τό σκότος τῆς ἁμαρτίας,
ὃτι ἐκεῖ ζῇ εἰς τόν αἰῶνα τόν πονηρόν τοῦ σκότους,
καὶ ἐκεῖ κεκράτηται, καθὼς καὶ ό Παῦλος, σῶμα
ἁμαρτίας, καὶ σῶμα θανάτου καλῶν λέγει · Ἰνα κατ-
αργηθῇ τό σῶμα τῆ ς ἁμαρτίας. Καὶ πάλιν, Τίς
με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τού-
του ς ὀμοίως πάλιν ἡ πιστεύσασα τῷ Θεῷ ψυχὴ καὶ
ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα, καὶ θανατωθεῖσα ἐκ τῆς
ζωῆς τοῦ σκότους, καὶ τὸ φῶς τοῦ ἀγίου Πνεύματος
ὥσπερ ζωὴν λαϐοῦσα, καὶ ἐκεῖθεν ζήσασα, ἐκεῖ λοι-
πὸν διατρίϐει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς
θεότητος. Οῦτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ
ψυχὴ, οῦτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλ’
ἔστι κτίσμα τι νοερόν, καὶ ὡραῖον, καὶ μέγα, καὶ
θαυμαστὸν, καὶ καλὸν ὁμοίωμα καὶ εἰκὼν Θεοῦ ·
καὶ διὰ τὴν παράϐασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονη- C
ρία τῶν παθῶν τοῦ σκότους.
H'. T6 λοιπὸν, συγκέκραται, καὶ συνήνωται ἡ
ψυχὴ ἐν τοῖς θελήμασιν. Ἤτοι οὖν τὸ φῶς τοῦ Θεοῦ
έν αὐτῇ ἔχουσα, καὶ ἓν αύτῷ ζῶσα ἐν πάσαις ταῖς
ἀρεταῖς, τοῦ φωτός τῆς ἀναπαύσεώς ἐστιν · ἤτοι τὸ
σκότος τῆς ἁμαρτίας ἔχουσα, τῆς κατακρίσεως τυγ-
χάνει. Ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρά Θεῷ ἐν
ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ, προσελθεῖν δεῖ, ὡς
προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, καὶ τυ-
θῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ, καὶ τῇ προτέρᾳ ζωῇ
τοῦ σκότους τῆς πονηρίας, καὶ μετατεθῆναι ἐν ἑτέρᾳ
ζωῇ καὶ ἀνατροφῇ θείᾳ. ’Ὠσπερ ἐάν τις ἀποθάνῃ ἐν
πόλει, οὔτε φωνῆς τῶν ἐκεῖ ἀκούει, οὔτε λαλιᾶς,
οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε, καὶ μετατίθεται
ἐν ἑτέρῳ τόπῳ, ἔνθα ούκ εἰσὶ φωναὶ καὶ κραυγαὶ τῆς
D
πόλεως ἐκείνης· ούτω καὶ ἡ ψυχὴ, ἐπὰν τυθῇ καὶ
ἀποθάνῃ, έν ᾖ διατρίϐει καὶ ζῇ πόλει τῆς κακίας
τῶν παθῶν, ούκέτι ἀκούει iv ἑαυτῇ τῆς φωνῆς τῶν
διαλογισμῶν τοῦ σκότους · ούκ ἔτι ἀκούεται λαλιὰ καὶ
κραυγὴ ματαίου διαλογισμοῦ, καὶ ταραχῆς πνευμά-
των σκότους ⁶ ἀλλά μετατίθεται εἰς πόλιν ἀγαθότη-
τος καὶ εἰρήνης μεστὴν, εἰς πόλιν φωτός θεότητος,
κακεῖ ζῇ καὶ ἀκούει, κάκεῖ πολιτεύεται καὶ λαλεῖ,
καὶ διαλογίζεται, κάκεῖ ἔργάζεται ἔργα πνευματικά
καὶ Θεοῦ ἄξια.
¹⁴ Hom. vn, 24.
¹² Coloss. ιι, 15. ¹³ Rom. v1, 6.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.