PG 34, col. 472

καὶὴ ψυχὴ διὰ ψρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν
ἁμαρτίαν πάλιν ἐὰν ἡ χυχὴ ύπομείνς) καὶ μὴ χαυ-
νωθῆ κατά μέρος, ἄρχεται πλεονάζειν καὶ διακρίνειν,
καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας,
ἀλλ’ εἰ καὶ ἐν τούτοις ἐξετάζεται, ἀκμὴν ἡ ἁμαρτία
καταστρέφει τὸν ἄνθρωπον, ἕως οὗ ἔλθῃ εἰς ἄνδρα
τέλειον, εἰς μέτρον ἡλικίας, καὶ τελείως νικήσῃ
τὸν θάνατον · γέγραπται γὰρ, Ἐσχατος ἐχθρὸς κατ-
αργεῖται 6 θάνατος ⁸ καὶ ούτωτ ἀνώτεροι γίνονται,
xui νικηταὶ τοῦ διαϐόλου. Εἰ δὲ, καθὼς προείπομεν,
Οὐ πορνεύω, ού μοιχεύω, ού φιλαργυρῶ,
λέγει τις,
Ξιρκεί μοι · οὕτως εἰς τρίο μέρη ἠγωνίσατο, xui εἷς
ἄλλα εἴκοσι, οἷπερ ἔχει ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς,
οὐκ ἠγωνίσατο, ἀλλ’ ἡττήθη. Ὀφείλει οὖν εἰς πάντα
ἀγωνίσασθαι, καὶ ἀθλεῖν ο 6 ’γὰρ νοῦς, καθὼς πολ-
λάκις εἴπομεν ⁸ ἀντίπαλός ἑστι, καὶ ἔχει ἰσόρροπον
δύναμιν πρὸς τὴν ἁμαρτίαν τοῦ ἀντιλέγειν καὶ ἐναν-
τιοῦσθαι τοῖς λογισμοῖς.
ς’. Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν
δύναμιν, καὶ βασιλεύειν τὸ ὅλον τὴν κακίαν κοιτά τοῦ
ἀνθρώπου, ἄδικον ποιεῖς τὸν Θεὸν, κατακρίνοντα
τὴν ἀνθρωπότητα, διότι ὑπήκουσε τῷ Σατανᾷ, ὁπότε
ἰσχυρός ἑστι, xui ἀναγκαστικῇ τινι δυνάμει ὑπο-
τάσσει · μείζω καὶ ἰσχυρότερον αὐτὸν ἐποίησας τῆς
ψυχῆς. Καὶ ἐν τέλει μοι ὑπακούσεις · ὣσπερ ἓὰνῆ
νεανίσκος, καὶ ἔχῃ πάλην πρὸς παιδίον, καὶ ea»
ἡττηθῇ τὸ παιδίον, κατακρίνηται, διότι ἡττήθη,
τοῦτο πολλῆς ἀδικίας ἐστίν · ὅθεν ἡμεῖς λέγομεν ἀν-
τίπαλον εἶναι τὸν νοῦν καὶ ἰσορῥοπον. Καὶ ἡ τοιαύτη
ψυχὴ ἐπιζητοῦσα, τυγχάνει βοηθείας xui ἀντιλή-
ψεως, xui καταξιοῦται τῆς λυτρὼσεως. Ἡ ’γὰρ πάλη
καὶ 6 ἀγὼν ἐπὶ τῇ ὶσοδυναμίᾳ κεῖται. Δοξάζωμεν
Πατέρα, καὶ Υἱόν, xui ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶ-
νας. Ἀμήν.
ΟΜΙΛΙΑ Δ’.
Τὸν δρόμον τοῦ σταδίουᾼτοῦ κόσμου Δτούτου
προ’σεχόντως xu‘i axium} d'is'p'xsa’tiui δεῖ
τούς Χριστιανοὺς, ἶνα ἐπαίνων οὐρανίων
τ παρά Θεοῦ xui ἀγγέλων τύχωσι.
A'. Oi τὸν βίον τοῦ Χριστιανισμόῦ έν πολλῇ ἀκρι-
ϐείᾳ κατορθῶσαι βουλόμενοι, πρὸ πάντων τοῦ δια-
νοητικοῦ xui διακριτικοῦ μέλους τῆς ψυχῆς έν πάσῃ
δυνάμει ἐπιμελεῖσθαι ὀφείλουσιν, ἶνα τὴν διάκρισιν
τοῦ καλοῦ xui τοῦ κακοῦ έν ἀκριϐείᾳ κτησάμενοι,
καὶτά παρά φύσιν εἰσαχθέντος τῇ καθαρᾷ φύσει
πάντοτε διακρίνοντες, εὐθέως καὶ ἀπροσκόπτως πο-
λιτευσώμεθα ο ἶνα ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως
μελει χρώμενοι, ἀσυνδύαστοι, καὶ ἀσύνθετοι πρὸς
τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνηθῶμεν, καὶ οὖ-
τως τῆς θείας δωρεᾶς καταξιωθέντες, ἄξιοι τοῦ Κυ-
ρίοῦ γενώμεθα. ’Δπό δε τῶν ὁρωμένων ὑπόδειγμα

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.