PG 38, col. 360

νόσου,τουτέστι τῆς ἁμαρτίας ἀνανεῦσαι.
59l Ἐκ δ’ ἄρτου κορέσαις ὀλίγον.
Πέντε Χριστὸς ἄρτοις κατά τὴν ἔρημον καὶ δυσὶν
ἰχθυδίοις χιλιάδας πολλὰς διαθρέψας τὸ πρότερον,
καὶ λειψάνοις δώδεκα κοφίνων τὸ μέγιστον τοῦ θαύ-
ματος πιστωσάμενος , ὡσαύτως τὸ δεύτερον ἄρτοις
ἑπτά χιλιάδας είς κόρον ἐμπλήσας , τῆς θείας δυνά-
μεως σαφεῖς παρέσχε τὰς ἀποδείξεις ⁸ άλλά τούτων
Γρηγόριος ὁ θεῖος τῇ ψυχῇ διαλεγόμενος μνημονεύει.
καί γάρ τὸν λόγον ἀρτον οἶδε πολλαχοῦ τῆς ψυχῆς
τροφὴν κατονομάζειν ⁸ ἐκεῖνον τοιγαροῦν τῇ λιμωτ-
τούσῃ ψυχῇ πρὸς Θεοῦ παρασχεθῆναι λιτάζεται.
Στορέσαις δὲ θάλασσαν
592 Δειμαλέην.
Ταύτην ὲν ἀρχῇ τοῦ λόγου παρεθέμεθα τὴν ἱστο-
ρίαν Χριστοῦ τοῖς μαθηταῖς κατά τὴν φοϐεράν συγ-
γενομένου θάλασσαν ⁸ θάλασσαν δὲ τὰς βιωτικάς εἴποι
τις ἂν τρικυμίας, πολλαῖς συμφοραῖς τήν ἀθλίαν
ψυχὴν βυθίζειν άλλεπαλλήλοις βράσμασιν ἐπειγομέ-
νας· τὸ δὲ καταστρῶσαί φησιν, ἀντί τοῦ καθομαλὶ-
σαι ⁸ γαλήνην γάρ εἰκὸς καὶ ζάλης ἀπαλλαγήν, ἔνθα
Χριστὸς, ἐπιγίνεσθαι.
Στράψιαις δὲ φαάντερον ἠελίοιο.
Τῶν μαθητῶν τοὺς προκεκριμένους παραλαϐὼν θ
Ἰησοῦς , ἐπ’ ὅρους ὑψηλοτάτου μετεμορφώθη , Μωῦο
σῆν αὐτοῖς ὑποδείξας καὶ Ἠλίαν ⁸ τῆς δὲ τῶν μαθη-
τῶν ὅψεως , ὲκεῖνο μικροῦ τ’δ φῶς καὶ⁸ στερρότερος)
ἦν· Λάμψαις τοίνυν , φησὶ, ταῖς ’διανοίαις, ὠς τοῖς
μαθηταῖς ὲν δρει ποτὲ λαμπρότερον ἡλίου.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.