PG 38, col. 364

καὶ πᾶν ἐπὶ προσώπου τῆς γῆς ἀνάστημα ἄρδην εί-
κὸς ἀπολέσθαιο Νῶε δὲ διασωθέντος μετά -καὶ τῶν
σὺν αὑτῷ τῇ θήκῃ ὲγκατακλείστων, ἀρχὴν ἐντεῦθεν
τόδε τὸ πᾶν καὶ αὖθις κομίζεται, τοῦ Θεοῦ μεταμε-
ληθέντος, διαϐεϐαιωσαμένου τε μὴ δεῖν ἔτι καταο
κλυσμδν ἐπαγαγεῖν, κᾶν ὅτι πλεῖστον είς αὐτὸν ἀσε-
ϐήσαιεν οἱ ἄνθρωποι· τὸν ἐπὶ Θεοῦ μετάμελον οὐ
τροπὴν οἴεσθαι, ἀλλ’ ἀγαθότητος ἔμφασιν· τδ γὰρ
ἡπειλημένον μᾶλλον ἐκφοϐεῖ, τὸ δ’ ἀνοχὴν ὑπισχνεῖ-
σθαι καὶ πταίουσι τῆς ἀνωτάτω φιλανθρωπίας τεκμή-
ριον’ ἄλλοτε δὲ πάλιν τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ
τῆς γῆς πληθυνθέντος. καὶ πολλαῖς ταῖς εἰς Θεὸν
ῦϐρεσιν ὲνασχολουμένου, μιᾶς οὔσης τηνικαῦτα φω-
νῆς καθ’ ὅλου τοῦ γένους, ματαιοπονίας ἐργασίαν
αὖθις ἂνθρωποι περιποιοῦνται, τὸ μηχαναῖς τισι
πρὸς οὐρανὸν ἀνορμῆσαι. Πλίνθον οὖν καὶ πηλὸν
κατασκευάσαντες, πύργον οἰκοδομεῖν ἐπιχειροῦσιν·
ἀλλ’ ὅτε πρὸς ὕψος ἐδόκει καθορᾷν τὸ μηχάνημα,
τότε δὴ τῶν γλωσσῶν διαίρεσίς τις ἀθρόως τοῖς μαο
ταιοπόνοις προσγίνεταιο διαχυθέντες δὲ καὶ πρὸς
ἄλλον ἀλλος ὁμονοεῖν οὐ δυνάμενοι, τῆς είκαίως αὖ·
τοῖς ἐργαζομένης ἐργασίας στάσιν εἰλήφασιν ὧδεο
μόνος δέ τις Ἔϐερ τοῦνομα, τῇ τούτων λέγεται μαο
ταίᾳ μὴ συνθέσθαι ἐργασίᾳο ὄμϐρους δὲ πυρὸς τοὺς
Σοδομιτικούς φησι κεραυνούς.
166 Πρὸς ᾇυὴν παλίνορσον Ἀδὰμ καί κῦδος ἀνάξει.
Ἀδάμ πρῶτος ὑπὸ Θεοῦ κατ’ εἰκόνα δη μιουργηθεὶς
ἄνθρωπος, πάντων βασιλεύειν τῶν ἐπὶ τῆς γῆς λα-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.