PG 39, col. 1832

τούτοις διάνεμε. Τοῦτον γὰρ τῇ ἐγχωρίῳ τῶν
Εὐχαττῶν διαλέκτῳ κόλϐια λέγειν εἰώθαμεν.
ἱλῦτως οὖν ποιήσας, τὸ τοῦ Χριστοῦ ἀϐλαϐὲς καὶ
ἀμίαντον διατήρησον ποίμνιον. Καὶ τίς εἷ σὺ.
κύριε, 6 πατριάρχης ἔφη τῷ μάρτυρι, ὁ οὓτως
εὐσπλὰγχνως καὶ φιλαγάθως τῆς ἡμῶν σωτηρίας
IB'. Ti τούτου παραδοξότερον εἴργασταί ποτε; Τῷ
προφήτῃ Ἰωνᾷ, τῷ τοῖς Νινευῒταις τὴν τῆς πόλεως
καταστροφὴν μόνον μηνύσων (II) ἐτέλλετο · 6 δέ γε
μάρτυς Χριστοῦ Θεόδωρος,ψυχῶν καταστροφὴν γενη-
σομένην ἐμήνυσε. Καὶ 6 μὲν δτι καταστραφήσεται
μόνον ή πόλις δεδήλωκεν · 6 δέ γε μάρτυς καὶ τήν ai-
τίαν καὶ τὴν ἰατρείαν τοῦ μὴ καταπραφῆναι τὰς
τοσαύτας ψυχὰς, μηδὲ τῇ είδωλολατρείᾳ συναπολέσθαι
σαφῶς ήμῖν ἐκδεδήλωκεν. ’Όσῳ οὖν ψυχὴ διενήνοχε
σώματος, τοσούτῳ μεῖζον τοῦτο ἐκείνου τε καὶ πα·
ραδοξότερον· καὶ ὅσῳ ή ψυχάς καταστρέφουσα και
ταστροφὴ τὴν πόλιν καταστρεφούσης καταστροφῆς
χαλεπωτέρα , τοσοῦτον οἶμαι καὶ 6 ταύτης ἐξαιρού-
μενος, τοῦ ἐκείνην προμηνύσαντος , τῇ βοηθείᾳ φιο
λανθρωπότερός τε καὶ ὑψηλότερος, εί μή τι καὶ
ἀνάξιον ἔφημεν, τῷ προφήτῃ τὸν μάρτυρα παρισά-
ζοντες. Ἐνὸς γάρ καὶ τοῦ αὑτοῦ Χριστοῦ τοῦ Θεοῦ
ἀμφότεροι καθεστήκασι, καὶ παρ’ αὑτοῦ ἄμφω
πρᾶξαι ἃ πεπράκασιν ἐπετράπησαν. Ἠμῶν δὲ τοῖς
προρρηθεῖσιν 6 λόγος είτο (12) ἑπόμενος.
ll". Ὦς οὖν οὕτω ταῦτα 6 πατριάρχης ἀκήκοε.
θάμϐους καὶ χαρᾶς πλήρης ἐξαναστὰς, εὐθὺς τὸν τοῦ
Χριστοῦ λαὸν συνηγάγετο, καὶ τά τῆς τοῦ μάρτυρος
ἐπιστασίας καὶ βοηθείας μηνύματα ἀκριϐῶς ἅπασι
διηγήσατο. Καὶ ὼς διετέτακτο ποιήσας, ἀϐλαϐὲς τὺ
τοῦ Χριστοῦ διεφύλαττε ποίμνιον. Καὶ δὴ τῆς ἐϐδο-
μάδος τελειουμένης , ὼς τὸ τῆς μηχανῆς άνωφελές
καὶ άνήκοοτον (15) 6 Ἰουλιανὸς κατεμάνθανεν εν-
εδρον, φανερῶς τε καὶ κατακράτως ἡττηθεὶς , ἐξῆρε
D μὲν τῆς ἀγορᾶς τά μεμιασμένοι, προϐληθῇρναι δὲ τά
ἐκ συνηθείας προσέταξεν. Καὶ δὴ τοῦ Σαϐϐάτου soa-
ταλαϐόντος, ὡς τὰ τῆς μηχανῆς τοῦ ⁴μαινομένου οι
Χριστιανοὶ διαλυθέντα διέμαθον, εὐχαριστή ριον ῦ μνον
τῷ καλλινίκῳ μάρτυρι Θεοδώρῳ προστησάμενοι,
ἑορτὴν φαιδράν τε καὶ ὑπέρλαμπρον τούτῳ ἐκτετε-
λέκασι ο σῖτόν τε ἐψήσαντες, καὶ πένησι διανείμαντες,
τὰ τῆς σωτηρίας αὐτῶν δῆλα πᾶσι πεποιήκασιν.
Ὅθεν ἑκάστῳ χρόνῳ ἔκτοτε μέχρι τῆς σήμερον, τὴν
τοῦ θαύματος τοῦ ἀοιδίμου μάρτυρος Θεοδώρου μνή-
μην τοῖς πιστοῖς ἐκτελεῖν καταλελοίπασιν εὐσεσέο
στατα. Τοῦτό ἐστι τὸ παρ’ ήμῶν νῦν τελούμενόν τε
καὶ ἐορταζὸμενον, ή τοιαύτη τοῦ μάρτυρος είς ἡμεῖς
γενομένη θερμοτάτη ἀντίληψις, καὶ τῆς δυσσεϐεστὰν-
της τοῦ δυσσεϐοῦς ἐπιϐουλῆς ἐξαφάνισις.
1Δ’. Ἀλλὰ τίς ὡς άληθῶς κατ’ ἀξίαν τὴν τοῦ
(I5) Forte ἀνόνητον.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.