PG 40, col. 1245

ME'. Οί πονηροὶ δαίμονες τοὺς πονηροτέρους a6-
τῶν δαίμονας είς βοήθειαν ἐπισπῶνται, καὶ κατά
τὰς διαθέσεις ἀλλήλους (54) ἐναντιούμενοι, συμφω-
νοῦσιν ἐπ’ ἀπωλείᾳ μόνον ψυχῆς.
MCT. Μὴ ταραττέτω δὲ ἡμᾶς ὁ δαίμων ὁ συναρ·
πάζων τὸν νοῦν πρὸς βλασφημίαν Θεοῦ, καὶ πρὸς
τὰς ἀπειρημένας φαντασίας ἐκείνας, ἀς ἔγωγε οὐδέ
γραφῇ παραδοῦναι τετόλμηκα, μηδὲ τὴν προθυμίαν
ήμῶν ὲκκοπτέτω. Καρδιογνὼστης γάρ ἐστιν ὁ Θεὸς,
καὶ οἶδεν, ὅτι οὐδὲ ἐν τῷ κόσμῳ ὄντες ποτὲ τοιαύτην
μανίαν ἐμάνημεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι, παῦ-
σαι ἡμᾶς τῆς προσευχῆς, ἵνα μὴ στῶμεν ἐναντίον
Κυρίου τοῦ Θεοῦ ἡμῶν, μηδὲ τὰς χεῖρας ἐκτεῖναι Β
τολμήσωμεν, καθ’ οῦ τοιαῦτα διενοήθη μεν.
MZ'. Τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμϐολον γίο
νεται, ἢ λόγος τις προενεχθεὶς, ἢ κίνησις τοῦ σώ-
ματος γενομένη, δι’ οῦ ἐπαισθάνονται οἱ ἐχθροὶ πό-
τερον ἔνδον ἔχομεν τοὺς λογισμοὺς αὐτῶν καὶ ὠδίνο-
μεν, ἢ ἀπορρίψαντες αὐτοὺς μεριμνῶμεν περὶ τῆς
σωτηρίας ἡμῶν. Τοιγαροῦν μόνος ἐπίσταται ό ποιή-
σας ἡμᾶς Θεὸς, καὶ οὐ δεῖται συμϐόλων αὐτὸς πρὸς
τὸ γινώσκειν τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα.
MH'. Τοῖς μὲν κοσμικοῖς oi δαίμονες διὰ τῶν
πραγμάτων μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς
ἐπιπλεῖστον διά τῶν λογισμῶν· πραγμάτων γὰρ διὰ
τὴν ἐρημίαν ἐστέρηνται “ καὶ ὅσον εὐκολώτερον τὸ
κατά διάνοιαν ἁμαρτάνειν τοῦ κατ’ ἐνέργειαν,
τοσοῦτον χαλεπώτερος καὶ ὁ κατά διάνοιαν πόλεμος
τοῦ διὰ τῶν πραγμάτων συνισταμένου. Εὐκίνητον
γάρ τι πρᾶγμα ὁ νοῦς, καὶ πρὸς τὰς ἀνόμους φανο
τασίας δυσκάθεκτον.
MS’. Ἐργάζεσθαι μὲν διαπαντὸς καὶ ἀγρυπνεῖν
καὶ νηστεύειν ού προστετάγμεθα, προσεύχεσθαι δὲ
ἡμῖν ἀδιαλείπτως νενομοθέτηταιο διότι ἐκεῖνα μὲν
τὺ παθητικὸν μέρος τῆς ψυχῆς θεραπεύοντα, καλ⁸
τοῦ σώματος ἡμῶν εἰς τὴν ἐργασίαν προσδεῖται,
ὅπερ δι’ οἰκείαν ἀσθένειαν πρὸς τοὺς πόνους οὐκ
ἐπαρκεῐ” ἡ δὲ προσευχὴ τὸν νοῦν ἐρρωμένον καὶ
¹καθαρὸν πρὸς τὴν πάλην παρασκευάζει, πεφυκότα
προσεύχεσθαι, καὶ δίχα τούτου τοῦ σώματος καὶ
ὑπὲρ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων τοῖς δαίμοσι
μάχεσθαι.
Περὶ τῶν ἐν τοῖς ὕπνοις συμϐαινόντων.
NA'. Ὅταν ἐν ταῖς καθ’ ὕπνον φαντασίαις, τῷ
ἐπιθυμητικῷ μέρει πολεμοῦντες οί δαίμονες, αὐτοὶ
μὲν δεικνύωσιν, ἡμεῖς δὲ προστρέχωμεν, συντυχίας
γνωρίμων, καὶ συμπόσια συγγενῶν, καὶ χοροὺς γυ-
ναικῶν, καὶ ὅσα ἀλλα τοιαῦτα ἡδονῶν ἀποτελεστικὰ,
ἐν τούτῳ τῷ μέρει νοσοῦμεν, καὶ τὸ πάθος ἰσχύει.
Ὅταν δὲ πάλιν τὸ θυμικὸν ἐκταράσσωσιν, ὀδοὺς
κρημνώδεις ὁδεύειν καταναγκάζοντες, καὶ ἐνόπλους
" ι Thess. ν, l7.
(54) An ἀλλήλοιςῖ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.