PG 41, col. 880

αὐτοὶ¹ κληθῶμεν τῶν τοῦ Χριστοῦ μαθητῶν, καὶ αὑτοῦ
τοῦ Σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ
ψυχῶν.
Ὠς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς εἰσηγησάμενοι
περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν, σὺν δυνάμει
Χριστοῦ ἐπὶ τὰς ἑξῆς προϐῆναι ἑαυτοὺς ἐπιδῶμεν·
τὸν μὲν ιδν, τὰ άγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς
φάρμακα ὲν τῷ τῆς ἀληθείας τοῦ σταύροῢ ξύλῳ
καταθλάσαντες ί, τῇ αἱμορροίᾳ ὲχίδιῃ ἐοικυίᾳ, ἧς
ἡ λύμη τῶν δεδηγμένων ² παντὸς τοῦ σώματος ἐκο
κρίνει, καὶ οὕτως ³ τὸν θάνατον ἐκϐάλλει. Αὕτη γὰρ
καὶ ἡ τῶν Κυῖντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ.
Ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα, καὶ τὸ
αἷμα δῆθεν εἰς μετάληψιν ἀποφέρεται, εἰς μυστ-
αγωγίαν ὀνόματος Χριστοῦ τοὺς ἠπατημένους πλα-
νῶσα.
Ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ὲν δυνάμει Χριστοῦ προσ-
ερχόμενοι, τὴν αὐτοῦ ἀλήθειαν ὲπικαλεσὼμεθα·
ὅπως, ἑκάστης πλάνης ἰχνηλατήσαντες, τὴν δύνει-
μιν φωράσαντες τε καὶ ὲλέγξαντες, Θεῷ ὲν πᾶσι
συνήθως εύχαριστήσωμεν.
ΚΑΤΑ ΚΥῘΝΤΙΛΛΙΑΝΩΝ ,
Elz’ οὖν Πεπουζῖανῶν, ,καὶ Πρισκιλλιανῶν, οἷς
συνέπονται Ἀρτοτῳῖται, ΚΘ, ἡ καὶ ΜΘ¹.
A'. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ x1.-
λούμενοι, Ἀρτοτυρῖταί τε καὶ¹ Πρισκιλλιανοὶλεγόμενοε,
οἱ αὐτοὶ μὲν ὄντες κατὰ Φρύγας, καὶ ἐξ αὐτῶν ὁρμῶν
μενον διῄρηνται δὲ κατά τινα τρόπον. Φασὶ γὰρ οὗτοι
οἱ κατὰΦρύγας, εῖτουν Πρισκιλλιανοὶ, ὲν τῇ Πεπούζῃ ἣ
Κυϊντιλλαν, ἢ Πρίσκιλλαν, οὐκ ἔχω ἀκριϐῶς λέγειν,
μίαν δὲ ἐξ αὐτῶν, ὠς προεῖπον, ὲν τῇ Πεπούξῃ κε-
’καθευδηκέναῃ καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι,
συνυπνωκέναι τε αὐτῇ τούτῳ ’τῷ τρόπῳ, ὡς ἐκείνη
ἀπατωμένη ἔλεγεν* Ἐν ἰδέᾳ, φησὶ, γυναικὸς ἐσχη-
ματισμένος ἐν στολῇ λαμπρᾲ ἦλθε πρὸς μὲ Χρι-
στὸς, καὶ ἐνέϐαλεν ἐν ἐμοὶ τὴν σοφίαν, καὶ ἀπε-
κάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον, καὶ ὧδε
τὴν Ἰερουσαλὴμ ἐκ τοῦ ούρανοῦ κατιέναι. Διὸ,
φησὶ ⁸, καὶ ἄχρι τῆς δεῦρο μυοῦσθαί τινας οὕτω
γυναῖκας ἐκεῖσε ὲν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ
ὲπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν Χριστὸν θεωρῆσαι. ³
Γυναῖκες οὖν παρ’ αὐτοῖς καλοῦνται προφήτιδες. Οὐ
πάνυ δὲ σαφῶς οἶδα, ἢ παρ’ αὐτοῖς, ἢ παρὰ τοῖς κατά
Φρύγας. Ὁμοῦ γάρ εἰσι, καὶ αὐτὸ τὸ φρόνημα
κέκτηνται.
B'. Κέχρηνται δὲ οὗτοι Παλαιᾷ καὶ Νέᾳ Διαθήκῃ,
καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν
δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς
κατὰ Φρύγας. Φέρουσι δὲ μαρτυρίας πολλὰς μα-
ὸν θάνατ. ct ἐμϐάλλει. ⁸ F. φασί.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.