PG 42, col. 337

δὲ καταχρηστικῶς διὰ ἐνέργειαν κεκτίσθαι, ἁγιαστιο
κὴν αὐτὸ δύναμιν φάσκοντες εἶναι μόνον.
’Δεριαῦ-οί. Οὗτος ’Λέριος ἀπὸ Πόντου ὁρμᾶται.
Ἔτι δὲ δεῦρο περίεστι πειρασμὸς τῷ βίῳ. Πρε-
σϐύτερος οὗτος ἦν τοῦ ἐπισκόπου τοῦ Εὐσταθίου ἐν
Ἀρειανοίς διαϐληθέντας ’ καὶ ἐπειδὴ αὐτὸς Ἀέριος
οὗ κατεστάθη ἐπίσκοπος, πολλὰ κατὰ τῆς Ἐκκλησίας
ἐδογμάτισε, τῆ μὲν πίστει ὣν Ἀρειανὸς τελειότατος,
περιττότερον δὲ δογματίζει. Μὴ δεῖν φησι προσ-
φέρειν ὑπὲρ τῶν προκεκοιμημένων. Νηστεύειν δὲ
τετράδα καὶ προσάϐϐατον καὶ Τεσσαρακοστὴν καὶ
Β
Πάσχα κωλύει’ ἁποταξίαν κηρύσσει. Σαρκοφαγίαις
δὲ παντοίαις κέχρηται καὶ τρυφαῖς ἀδεῶς. Et δέ τις
τῶν αὐτοῦ βούλοιτο νηστεύειν. μὴ ὲν ἡμέραις τε-
ττγμέναις φησὶν, ἀλλ’ ὅτε βούλεται. Οὐ γὰρ εἶ ὑπὸ
νόμον. Φάσκει δὲ μηδέ εἶναι διαφορώτερον ἐπίσκοπον
πρεσϐυτέρου.
Ἀετιανοί. Οί ἀπὸ Ἀετίου τοῦ Κίλικος, διακόνου
γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκό-
που τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνόμοιοι καλούμενοι, ’
παρά τισι δὲ Εὐνομιανοὶ δι’ Εὐνόμιόν τινα μαθη-
τὴν τοῦ Ἀετίου γενόμενον ἔτι περιόντα. Σὺν αὐτοῖς
δὲ ἦν καὶ Εὐδόξιος · ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βα-
σιλέα τὸν Κωνστάντιον φόϐον ἀφώρισεν ἑαυτὸν, καί
μᾶλλον τὸν Ἀέτιον ἐξώρισεν. Ἔμεινε δέ ΕὐδόξιΟς
ἁρειανίζων, οῦ μέντοι ’γε κατὰ τὸν Ἀέτιον. Οὗτοι
Ἀνόμοιοι, ot καὶ ’Δετιανοὶ, οἳ παντάπασι Χριστὸν
καὶ τὸ ἅγιον Πνεῦμα ἀπαλλοτριοῦσι Θεοῦ, κτιστὸν
αὐτὸν διαϐεϐαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν
λέγουσιν. Ἐκ συλλογισμῶν γὰρ καὶ⁵ Ἀριστοτελικῶν
καὶ γεωμετρικῶν τὸν Θεὸν παριστᾷν βούλονται, καὶ
Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ Θεοῦ διὰ τοιούο
των. Oi δὲ ἀπ’ αὑτοῦ Εὑνομιανοὶ ⁸ καλούμενοι ἀνα-
ϐαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὗ
μόνον ³, ἀλλὰ καὶτοὺς ἀπὸ Ἀρειανῶν, κατὰ κεφαλῆς
ἀνω τοὺς πόδας στρέφοντες τῶν βαπτιζομένων, ώς
πολὺς ᾄδεται λόγος. Τὸ δὲ σφαλῆναι ἐν τινι πορνείᾳ
ἧέτέρᾳ ἁμαρτίᾳ οὐδὲν εἶναί φασιν · οὐδὲν γὰρ ζητεί
Θεὸς ἀλλὰ τὸ εἶναι ἐν ταύτῃ μόνῃ τῇ αὐτῶν νομιζο-
μένῃ πίστει.
Δῦταί τέ εἰσιν ὁμοίως καὶ τοῦ τρίτου βιϐλίου,
ἕκτου δὲ ὄντος τόμου κατὰ τὴν ἀκολουθίαν, αἱρέσεις
ἑπτά..
⁸ lu Reg. Εὐγενιανοί. ¹ Deest όρθοδόξους.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.