PG 42, col. 385

σε, ῐνα γνῷς, οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόν-
των λόγοις, τὴν ἀλήθειαν κρύπτειν βούλονται.
Φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν Λόγον εἶναι τοῦ
παντοκράτορος Θεοῦ τὸν Υίὸν τὸν Κύριον ἡμῶν Ἰη-
σοῦν Χριστὸν, ἀλλ’ ἕτερον αὐτοῦ Λόγον εἶναι, καὶ
ἑτέραν σοφίαν καὶ δύναμιν. Τοῦτον γενόμενον ὑπ’
αὐτοῦ ὠνομάσθαι Λόγον, καὶ σοφίαν, καὶ δύναμιν.
Καὶ διὰ τὸ οὓτως αὐτοὺς φρονεῖν, ἀλλην ὑπόστασιν
διεστῶσαν τοῦ Πατρὸς εἷναί φασιν. Ἔτι μέντοι κα¹
προϋπάρχειν τοῦ Υίοῦ τὸν Πατέρα, δι’ ὧν γράφου-
σιν, ἀποφαίνονται μὴ εἶναι αὑτὸν ἀληθῶς Tib» ὲκ
τοῦ Θεοῦ ο ἀλλά κᾶν λέγουσιν ἐκ τοῦ Θεοῦ, ὀὕτως
λέγουσιν ὡς κατὰ πάντα. Ἔτι μὴν καὶ ὅτι ἦν
ποτε, ὅτε οὐκ ἦν, λέγειν τολμῶσι ’ καὶ κτίσμα αὐ-
τὸν καὶ ποίημα εἶναι, διορίζοντες αὑτὸν ἀπὸ τοῦ
Πατρός. Τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς
καὼλικῆς Ἐκκλησίας εἶναι πεπίστευμαι. Πιστεύω
δὲ ἑπόμενος ταῖς θείαις Γραφαῖς, ὅτι ἐἷς Θεὸς, καὶ ’
0 τούτου μονογενὴς Υἱὸς Λόγος, 0 ἀεὶ συνυπάρχων
τῷ Ila—cpt, καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκὼς,
ἀληθῶς ἐκ τοῦ Θεοῦ ὑπάρχων, οὐ κτισθεὶς, οὐ ποιη-
θεξ, ἀλλά ἀεὶ ὢν, ἀεὶ συμϐασιλεύων τῷ Θεῷ καὶ
Πατρὶ, οὔ τῆς βασιλείας, κατά τὴν τοῦ ἀποστόλου
μαρτυρίαν, οὐκ ἔσται τέλος. Οὗτος Υἱὸς, οὗτος δύ-
ναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ Θεοῦ
Λόγος, 0 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀδιαίρετος
δύναμις τοῦ Θεοῦ, δι’ οῦ τὰ πάντα τὰ γενόμενα γέ-
γονεν, καθὼς τὸ Εὐαγγέλιον μαρτυρεῖ, λέγον* Ἐν
ἀρχῇ ἦν ό Λόγος, καὶὸ Λόγος ἦν· πρὸς τὸν Θεὸν,
καὶ Θεὸς ἦν ὅ Λόγος. Πάντα δι’ αὑτοῦ ἐγένετο '
καὶ χωρὶς αὑτοῦ ἐγένετο οὐδὲ-ἔν. Οὗτός ἐστιν 0
Λόγος, περὶ οὗ καὶ Λουκᾶς 0 εύαγγελιστὴς μαρτυρεῖ,
λέγων’Καθὼς παρέδωκαν ἡμῖν οι ἀπαρχῆ ς αὐτόπται
καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Περὶ τούτου καὶ
Δαὸὶδ ἔφη’ Ἐξηρεύξατο ἠ καρδία μου Λόγον ἀγα-
θόν. οὕτω καὶ 0 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς
διδάσκει διὰ τοῦ Εὑαγγελίου, λέγων’ Ἐγὼ ἐκ τοῦ
Παιρὸς ἐξῆλθον, καὶ ἥκω. Οὗτος, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ¹
ἐκ τῆς Παρθένου Μαρίας γεννηθεὶς, τὸν ἄνθρωπον
ἔλαϐε.
I". Πιστεύω οὗν είς Θεὸν παντοκράτορα, καὶ εἰς Χρι-
στὸν Ἰησοῦν τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ, τὸν Κύριον
ἡμῶν, τὸν γεννηθέντα ὲκ Πνεύ ματος ἁγίου , καὶ Μαρίας
τῆς Παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθὲ ιτα,
καὶ ταφέντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ὲκ τῶν
νεκρῶν, ἀναόάντα εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενον
iv δεξιᾷ τοῦ Πατρὸς, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ
νεκρούςο καὶ εἰς τὸ ἅγιον Πνεῦμα, ἀγίαν Ἐκκλησίαν,
'Luc. ι, 53 ² Joan. ι, 3. ³ Luc. ι, l. ⁸ Psal. XLIV, 2. ' han. xw, 28.
κ

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.