PG 44, col. 1125

μασι τὸ χρονικὸν μετρεῖται διάστημα, τῷ παρῳχη
κότι, τῷ ἐνεστῶτι, καὶ τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ
τούτοις ἡ εὐεργεσία τοῦ Κυρίου καταλαμβάνεται.
Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῆς· ἐὰν τὸ μέλ-
λον, ἐκεῖνός σοι τῶν προσδοκωμένων ἐλπίς· ἐὰν τὸ
παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρʼ ἐκείνου γενέσθαι.
Εὐηργετήθης, αὐτὸ τὸ γενέσθαι παρʼ ἐκείνου λαβὼν,
καὶ γενόμενος εὐηργετήθης, ἐν αὐτῷ ζῶν καὶ κινού-
μενος, καθώς φησιν ὁ Ἀπόστολος· αἱ τῶν μελλόντων
ἐλπίδες τῆς αὐτῆς ἐνεργείας ἤρτηνται. Σὺ δὲ μόνον
τοῦ ἐνεστῶτος εἶ κύριος. Ὡστε κἂν διαπαντὸς εὐ-
χαριστῶν τῷ Θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος
ἀποπληρώσῃς τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὕτε
τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν
τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ τοσοῦτον plebis: cum interim nullam rationem excogitare
τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ goasis, qua vel futuri vel præteriti temporis debita
περὶ τὸ δυνατὸν εὐγνωμονοῦμεν , οὐ λέγω πᾶσαν
ἡμέραν, ἀλλʼ οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ
Θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστό-
ρεσε; Τίς βάσιμον διʼ ἐπινοίας τὴν ὑγρὰν φύσιν
ἐποίησεν; Τίς ἔπηξέ μοι τὸν οὐρανὸν ὡς καμάρανς
Τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; Τίς ἀπο-
στέλλει πηγὰς ἐν φάραγξιν; Τίς ἡτοίμασε τοῖς ποτα-
μοῖς τὰς διόδους; Τίς μοι τὴν τῶν ἀλόγων ζώων
ὑπηρεσίαν ὑπέζευξεν; Τίς με κόνιν ἄψυχον ὄντα,
φ ζωῆς τε καὶ διανοίας μετέχειν ἐποίησεν; Τίς τὸν πη-
P7ὴν τοῦτον, κατʼ εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρ-
φωσεν; Τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἀμαρτίας
τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαίαν ἐπανήγαγε
χάριν; Τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ hoc lutum ad imaginem figuræ divinæ formavit?
ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς Quis imaginem divinam per peccatum in me con-
ὑλικῆς ζωῆς συγκαλυφθέντα, ἐπὶ τὴν πρώτην ἔλκει
μακαριότητα; Οὐκ ἔσαιν ὁ συνιὼν, φησὶν ἡ Γρα-
φή. ʼ γὰρ ἂν πρὸς ταῦτα ὀρῶντες, ἄληκτον ἂν καὶ
ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τὴν
εὐχαριστίαν ἀπεπληροῦμεν· νυνὶ δὲ πρὸς μόνον τὸ
ὁλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις.
Πρὸς τοῦτο ἡ σπουδή· ἐν τούτῳ ἡ προθυμία· περὶ
ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄῦπνός
ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν
ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι, ἐν ᾧ δυνατόν
ἐστιν ἐξευρεθῆναι τὸ πλέον · εἴτε κατὰ τιμήν τε καὶ
δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε
κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον
ἐν τούτοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ humana natura est; sive de honore et gloria, sive
Θεοῦ ἀγαθῶν, λόγος οὐδεὶς, οὕτε τῶν φαινομένων, D de copia pecuniarum agatur: sive ea res pertineat
οὕτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ
τῶν τῆς προσευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνα-
τὸν, τὴν διάνοιαν.
missorum. Sed tempus fuerit, ctiam verborum
sententiam.
ἀῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα, διὰ τοῦ μα-
θεῖν ὅπως προσήκει ποιεῖσθαιτὴν αἴτησιν, περιγίνεται.
Τίς οὖν ἡ διδαχή; Προσευχόμενοι, φησὶ, μὴ βαττο-
λογήσητε, ὥσπερ οl ἐθνικοί. Δοκοῦσι γὰρ ὅτι ἐν τῇ
πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Τάχα μὲν οὖν αὐ-
τόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνό-
ss Act.XI, 28. ⁶ Rom. m, 11. ss Matth. v, 7.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.