PG 44, col. 1217

δος ἀσχημονοῦντα θεραπεύων τῇ τέχνῃ · ἂρ’ οὐχὶ καὶ
αὐτὸς ἐρεῖς ἀντιπαραθεὶς τοῦτο ἐκείνῳ , ὅτι ἐλεεινὸς
μὲν καὶ paetum; 6 θηριώδης ἐκεῖνος , μακαριστὸς δὲ
6 πραῢς ὁ τῇ τοῦ πέλας κακίᾳ μὴ συνδιαστρέψας τὲ
εὖσχημονς voce, tanquam medicus quidam ex phrenitide tur-
piter se gerentem arte curans : annon etiam ipse, comparatione illius cum hoc facta dices, quod mi-
svrabilis quidem et abominandns ille efl'eratus ; beatus vero iudicandus hic lenis sit, qui non imitatus sit
vitium proximi, nec decorum habitum oris perverterit? ‘
Καὶ ὅτι πρὸς τοῦτο μάλιστα τὸ πάθος 6 Λόγος
βλέπει, δῆλόν ἐστιν ἐκ τοῦ μετὰ τὴν ταπεινοφροσύνην
νομοθετῆσαι ἡμῖν τὴν πραότητα. Ἔοικε γὰρ ἔχεσθαι
τοῦ ἐτέρου τὸ ἕτερον, καὶ οἷον μήτηρ τις εἶναι τῆς
κατὰ τὸ πρᾶον ἕξεως ὴ τῆς ταπεινοφροσύνης κατά-
στασις. El γὰρ ὑφέλοις τοῦ ἤθους τὸν τῦφον, καιρὸν
οὐκ ἔχει :6 κατὰ θυμὸν ἐγγενέσθαι πάθος. ’Ὕϐρις γὰρ
καὶ ἀτιμία τῆς τοιαύτης ἀρρωστίας τοῖς ὀργισθεῖσιν
αἰτία γίνεται. ’Δτιμία δὲ οὐχ ἅπτεται τοῦ ἑαυτὸν
ταπεινοφροσύνῃ παιδαγωγήσαντος. Ei γάρ τις κεκα-
θαρμένον έχοι τὸν λογισμὸν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης,
καὶ βλέποι τὸ οὐτιδανδν τῆς φύσεως συγκεκλή ρωται,
ἀφ’ οἵας ἀρχῆς τὴν σύστασιν ἔχει, καὶ εἰς ὅ τι φέρεται
τέλος τὺ βραχὺ καὶ ὠκύμορον τῆς τῇδε ζωῆς, καὶ τὸν
συνεζευγμένον τῇ σαρκὶ ῥύπον, καὶ :6 πενιχρὸν τῆς
φύσεως, :6 μὴ εἶναι αὐτὴν αὐτάρκη δι’ ἑαυτῆς πρὸς
τὴν ἰδίαν σύστασιν, εἰ μὴ τῇ περιουσίᾳ τῶν ἀλόγων
τὸ ἐνδέον ἁναπληρώσειεν · λύπας τε πρὸς τούτοις acad
πένθη καὶ συμφορὰς, τάς τε πολυτρόπους τῶν νο-
σημάτων ἰδέας, αἷς ὑπόκειται ἡ ἀνθρωπίνη ζωὴ, ὧν
· οὐκ ἐστιν ὅστις ἐκ φύσεως ἀτελής ἐστι καὶ ἐλεύθε-
ρος. Ταῦτα δι’ ἀκριϐείας κεκαθαρμένη) τῷ τῆς ψυχῆς
. ὀφθαλμῷ βλέπων, οὐκ ἂν ῥᾳδίως πρὸς τὰς τῶν τι-
μῶν ἐλλείψεις ἀγανακτήσειεν. T6 ἐναντίον μὲν οὖν
ἀπάτην ἡγήσεται τὴν ἐπί τινι προσαγομένην αὐτῷ
παρὰ τοῦ πέλας τιμὴν, οὐκ ὖντος ἡμῖν ὲν τῇ φύσει
τοιούτου τινος, ὃ δύναται τὴν πρὸς τὸ τίμιον κοινω-
νίαν ἔχειν, si μὴ κατὰ ψυχὴν μόνον, ἧς ἡ τιμὴ οὐκ
ἀπο τῶν κατὰ τὸν κόσμον τοῦτον ἐπιζητουμένων συν-
ίσταται. T6 γὰρ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γένει σε·
μνύνεσθαι, ἢ πρὸς δόξαν ὁρᾷν, ἢ τὸ δοκεῖν ὑπὲρ τὸν
πέλας εἶναι, δι’ ὧν αἱ ἀνθρώπιναι πληροῦ ιται τιμαί·
ταῦτα πάντα καθαίρεσις τῆς ψυχικῆς τιμῆς κα
ἱνειδος γίνονται, ὡς μὴ ἂν ἑλέσθαι τὸν λελογισμένον
τοιούτῳ τινὶ τὸ καθαρὸν τῆς ψυχῆς καταμολύνεσθαι.
T6 δὲ οὕτως ἔχειν οὐδὲν ἕτερον, ἢ ὲν ἕξει βαθείᾳ τῆ
ταπεινοφροσύνης ἐστὶν εἶναι, ἦς κατορθωθεὶσης, οὐ
δεμίαν εἴσοδον 6 θυμὸς κατὰ τῆς ψυχῆς ἔξει. Τούτου
δὲ μὴ παρόντος, 6 ἧρεμός τε καὶ ἡσύχιος κατορθοῦ-
ται βίος ο ὅπερ οὐδὲν ἕτερον, εἰ μὴ πραΰτης ἐστὶν,
ἧς τὸ πέρας μακαρισμὸς καὶ οὐρανίας γῆς κληρονο-
μία, ὲν Χριστῷ Ἰησοῦ, ή δόξα καὶ τὸ κράτος, εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
beatitudo atque caelestis terrae haereditas est, per Christum Jrsum , cui gloria et imperium, in sae-
mla saeculorum. Amen.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.