PG 44, col. 1316

ἐξαφανίσαι καθόλου ὲκ τῶν ὄντων τὸν θάνατον, προ
αναιρεθείσης αὑτοῦ τῆς ἁμαρτίας, ἀφ’ ἧς, καθὼς
εἴρηται, τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατο,
ἔσχεν. Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ €197}..-
ὲν ἡμῖν καταλυθείσης, καὶ μηκέτι μηδενὸς 126.002.-
τῆς φύσεως ἡμῶν κυριεύοντος, ἀνάγκη πᾶσα μηδενὸι
κατακρατοῦντος ἐτέρου, πάντα ὑποταγῆναι τῇ ἐπ¹
πάντων ἄρχει. Θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς
τοῦ κακοῦ ἀλλοτρίωσις. Ὅταν οὖν κατὰ μίμησιν τῆι
ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα, τότε ὅλα
φύσεως τῇ ἀπαρχῇ συ μμιχθὲν, καὶ ἓν κατὰ τὸ συν
εχὲς σῶμα γενόμενον. τοῦ ἀγαθοῦ μόνου τὴν ἡγει
μονίαν ἐφ’ ἑαυτοῦ δέξεται· καὶ οὕτω παντὸς τοῦ si:
σεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκή·
ρατον φύσιν άνακραθέντος, ἐκείνη ἡ τοὺ Υἱοῦ λεγο
μένη ὑποταγὴ δι’ ήμῶν γίνεται, τῆς, ὲν τῷ (rebus:
Ἦ μὲν οὖν διάνοια τῶν ὑπὸ τοῦ μεγάλου Παῦλος
δογματισθέντων, ὥς γε ὑπειλήφαμεν, αὕτη· καιρὸς
δ’ ἂν εἴη καὶ αὑτά παραθέσθαι τοῦ ’Δποστόλου τί
ῥήματα ἔχοντα οὕτως’ Ὠσπερ γὰρ ἐν τῷ Ἀδὰμ
πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ὲν τῷ Χριστᾴ
πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίᾳ
τάγματι. Ἀπαρχὴ Χριστός. Ἔπειτα oi τοῦ Χίμ
στοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Εἶτα τὸ τέλος, ὅται
παραδιδῷ τὴν ,βασιλείαν τῷ Θεῷ καί Harp}, δται
ταργτέση πᾶσαν ἀρχὴν καί ἐξουσίαν καί δύντε
μιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν 0ιῖ τοὺς
ἐχθροὺς ὑπὸ τοὺς πόδας αὑτοῦ. Ἐσχατος ἐχθίὸς
καταργεῖται ὁ θάνατος. Πάντα γὰρ ὑπέταξεν ὐπε
τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὐπὲι
ταξεν, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὑτῷ τὲ
πάντα. Ὅταν δὲ ὑποτάξῃ αὐτῷ τὰ πάντα, τότι
καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τι
πάντα, ἵνα ᾖ ό Θεὸς τὰ πάντα ἐν πᾶσιν. Σάι-,οῦκ
γὰρ ὲν τῷ τελευταίῳ τῶν εἰρημένων τὸ τῆς κακίας
ἀνύπαρκτον τῷ λόγῳ παρίστησιν, ἐν τῷ εἰπεῖν
πᾶσι γίνεσθαι τὸν Θεὸν, πάντα ἑκάστῳ γινόμενον
Δῆλον γὰρ ὅτι τότε ἀληθὲς ἔσται τὸ ὲν πᾶσι τὸν Θεὸη
εἶναι, ὅταν μηδὲν κακὸν ὲνθεωρῆται τοῖς οὖσιν. Oi
γὰρ δὴ καὶ ὲν κακῷ τὸν Θεὸν εἰκός ἐστι γίνεσθαι
Ὥστε ἢ οὑκ ἑν πᾶσιν ἔσται, ὅταν ὑπολειφθῇ τι κακὶε
ὲν τοῖς οὖσιν-ἢ εἰ άληθῶς ὲν πᾶσι χρὴ πιστεύει*
αὑτὸν εἶναι, τὸ μηδὲν κακὸν εἶναι τῇ περὶ τούτοε
πίστει συναποδείκνυται. Οὑ γάρ ἐστι δυνατὸν ὲν κακᾷ
τὸν Θεὸν γενέσθαι. Τὸ δὲ πάντα γίνεσθαι τὸν Θεὸπ
τοῖς οὖσι, τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐλπιζομένης
ἡμῖν ζωῆς ὑποδείκνυσι. Τὸ γὰρ ,μηκέτι διὰ πολλιῖλ
καὶ ποικίλων καθ’ ὁμοιότητα τοῦ νῦν βίου τὴν (min
ἡμῖν συνερανίζεσθαι, τῷ λόγῳ τούτῳ παρίστησιν, τῆ
πάντα ἡμῖν τὸν Θεὸν γίνεσθαι, ὅσα τῇ ζωῇ ταύτῃ
ἀναγκαῖα δοκεῖ διά τινος ἀναλογίας ἑκάστου μετα-
λαμϐανομένου πρὸς τὸ θειότερον ⁸ ὥστε καὶ βρῶσιν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.