PG 44, col. 1317
σιν, δόξαν, μακαριότητα, καὶ¹ πᾶν ὅσον ἐν τῇ ἀγαθῇ
κρίνεται μοίρᾳ, οὗ ἐπιδεὴς ἡφύσις ἐστὶ, πρὸς τὸ
θεοπρεπὲς ἀναγομένης τῆς σημασίας τῶν εἰρημένων.
Ὠς διὰ τοῦτο μαθεῖν, ὅτι ό ὲν τῷ Θεῷ γενόμενος
πάντα ἔχει ὲν τῷ ἐκεῖνον ἔχειν. Οὐδὲν δὲ ἕτερόν ἐστι
τὸ ἔχειν τὸν Θεὸν, ῆτὸ ἐνωθῆναι Θεῷ. Οὐκ ἄν δέ τις
ἄλλως ὲνωθείη μὴ σύσσωμος αὐτῷ γενόμενος, καθὼς
ὀνομάζει ὁ Παῦλος· οἱ γὰρ πάντες, τῷ ένὶ σώματι τοῦ
Χριστοῦ συναπτόμενοι διὰ τῆς μετουσίας, ἓν αὐτοῦ
γινόμεθα σῶμα. Ὅταν οῦν διὰ πάντων ἔλθῃ τὸ
ἀγαθὸν, τότε ὅλον αὑτοῦ τὸ σῶμα ὑποταγήσεται τῇ
ζωοποιῷ ἐξουσίᾳ, καὶ οὕτως ἠ τοῦ σώματος τούτου
ὖποταγὴ αὑτοῦ λέγεται εἶναι τοῦ Υίοῦ ὑποταγὴ, τοῦ
ἀνακεκραμένον πρὸς τὸ ἴδιον σῶμα, ὅπερ ἐστὶνή
Ἐκκλησία· καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ό
Ἀπόστολος, οὑτωσὶ λέγων τῷ ῥήματι · Νῦν χαΙρω
ἐν τοῖς παθήμασί μου, καί ἀνταναπληρῶ τὰ
ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ
σαρκί μου, ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ
Ἐκκλησία · ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἱκο-
νομίαν. Καὶ πρὸς τὴν Κορινθίων Ἐκκλησίαν φησίν ·
Ὑμεῖς ἐστε σῶμα Χριστοῦ, καί μέλη ἐκ μέλους.
Σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὺ περὶ τούτου παρα-
τίθεται δόγμα, δι⁹ ὧν φησιν , ὅτι Ἀληθεύοντες δὲ
ἐν ἀγάπῃ, αὐξήσωμεν είς αὐτόν τὰ πάντα, ὅς
ἐστιν ἡ κεφαλὴ ὀ Χριστὸς, ἐξ οὖ πᾶν τό σῶμα
συναρμολογούμενον καί συμϐιϐαζόμενον διὰ πά-
σης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν
μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ
σώματος ποιεῖται είς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ·
ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ
Χριστοῦ οἰκοδομοῦντος. Ὃς τότε παύσεται ἑαυτὸν
οἰκοδομῶν, ὅταν είς τὸ ίδιον μέτρον φθάσῃ τοῦ σώ-
ματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις, καὶ μηκέτι
λίπῃ τῷ σώματι τὸ δι’ οἰκοδομῆς προστιθέμενον, πάν-
των ὲποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν
τε καὶ ἀποστόλων, καὶ προσθεμένων τῇ πίστει, ὅταν,
καθώς φησιν ό Ἀπόστολος , καταντήσωμεν οἱ πάνυ
τες εὶς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώο
σεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, είς ἄνδρα τέλειον, εις μέ-
τρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εί
τοίνυν κεφαλὴ ῶν αὐτὸς, τὸ ἐφεξῆς αὐτοῦ σῶμα
οἰκοδομεῖ, διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν Ῐ)
καὶ συμὸιὸάζων τοὺς πάντας είς δι πέφυκεν ἕκαστος
κατὰ τὸ μέτρον τῆς ἐνεργείας , ὥστε ἢ χεῖρα, ἢ πόδα,
ἢ ὀφθαλμὸν, ἣὰκοὴν,ἢ ἄλλο τι γενέσθαι τῶν συμπλη-
ρούντων τὸ σῶμα, κατά τὴν ἀναλογίαν τῆς ἑκάστου
πίστεως, ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ, καθὼς
εἴρηται · δῆλον ἂν εἴη διὰ τούτων, ὅτι ἐν πᾶσι γινό-
μενος, είς ἑαυτὸν δέχεται πάντας τοὺς ὲνουμένους
αὺτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος, καὶ μέλη τοῦ
ἰδίου σώματος ποιεῖται τοὺς πάντας, ὥστε εἶναι πολλὰ
μὲν μέλη, ἓν δὲ σῶμα. Ὀ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς
ἑνώσας, καὶ ἡμῖν ὲνωθεὶς, καὶ διὰ πάντων ἒν πρὸς
λ· Coloss. ι, fit. ¹¹ l Cor. xu, 9.7.