PG 44, col. 184

οὐκ ἂν ἡμιτελῆ τὴν τῆς ἀγαθότητος ἐνεδείξατο δύνα-
μιν, τὸ μέν τι δοὺς ὲκ τῶν προσόντων αὐτῷ, τοῦ δὲ
φθονήσας τῆς μετουσίας· ἀλλά τὸ τέλειον τῆς ἀγαο
θότητος εἶδος ὲν τούτῳ ἐστιν, ἐκ τοῦ καὶ παραγαγεῖν
τὸν ἄνθρωπον ἐκ τοῦ μὴ ὄντος είς γένεσιν, καὶ ἀνεν-
δεῆ τῶν ἀγαθῶν ἀπεργάσασθαι. Ἐπεὶ δὲ πολὺς τῶν
καθ’ ἕκαστον ἀγαθῶν ό κατάλογος, οὐ μὲν οῦν ἐστιν
ἀριθμῷ ῥᾳδίως τοῦτον διαλαϐεῖν. Διά τοῦτο περι-
ληπτικῇ τῇ φωνῇ ἅπαντα συλλαϐὼν ό λόγος ἐσήμα-
νεν, ἐν τῷ εἰπεῖν, κατ’ εἰκόνα Θεοῦ γεγενῆσθαι τὸν
ἄνθρωπον. Ἶσον γάρ ἐστι τοῦτο τῷ εἰπεῖν, ὅτι παν⁸
τὸς ἀγαθοῦ μέτοχον τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν.
El γάρ πλήρωμα μὲν ἀγαθῶν τὸ Θεῖον, ἐκείνου δὲ
τοῦτο εἰκών ³ ἄρ’ ὲν τῷ πλῆρες εἶναι παντὸς όφγαθοῦ,
πρὸς τὸ ἀρχέτυπον ἡ είκὼν ἔχει τὴν ὁμοιότητα.
Οὐκοῦν ἐστιν ὲν ἡμῖν παντὸς μὲν καλοῦ ἰδέα, πᾶσα
δὲ ἀρετὴ καὶ σοφία, καὶ πᾶν ὃτιπὲρ ὲστι πρὸς τδ
κρεῖττον νοούμενον.. Ἓν δὲ τῶν πάντων καὶ τὸ ἐλεύ-
θερον ἀνάγκης εἶναι, καὶ μὴ ὑπεζεῦχθαί τινι φυσικῇ
δυναστεία· ἀλλ’ αὐτεξούσιον πρὸς τὸ δοκοῦν ἔχειν
τὴν γνώμην. Ἀδέσποτον γάρ τι χρῆμα ἡ ἀρετὴ καί⁵
ἑκούσιον, τὸ δὲ κατηναγκασμένον καὶ βεϐιασμένον
ἀρετὴ εἶναι οὐ δύναται. Ἐν πᾶσι τοίνυν τῆς εἰκόνος
τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα φερούσης,
εί μὴ κατὰ τὶ τὴν διαφοράν ἔχῃ, οὐκέτι ἂν εἴη πάν-
τως ὁμοίωμα, ἀλλὰ ταύτὸν ἐκεῖνο διὰ πάντων ἀνα-
δειχθήσεται, τὸ ὲν παντὶ ἀπαράλλακτον. Τίνα τοίνυν
αὐτοῦ τε τοῦ Θείου, καὶ τοῦ πρὸς τδ Θεῖον ὡμοιω-
μένου τὴν διαφοράν καθορῶμεν; Ἐν τῷ, τὸ μὲν
ἀκτίστως εἶναι, τὸ δὲ διὰ κτίσεως ὑποστῆναι. Ἠ δὲ
τῆς τοιαύτης ἰδιότητος διαφορὰ πάλιν ἑτέρων ίδιωμά-
των ἀκολουθίαν εποίησε. Συνομολογεῖται γάρ πάντη
τε καὶ πάντως, τὴν μὲν ἄκτιστον φύσιν καὶ ἀτρε-
πτον εἶναι, καὶ ἀεὶ ὡσαύτως ἔχειν, τὴν δὲ κτιστὴν
ἀδύνατον ἄνευ ἀλλοιώσεως συστῆναι. Αὐτὴ γὰρ ἡ ὲκ
τοῦ μὴ ὄντος είς τὸ εἶναι πάροδος, κίνησίς τίς ἐστι,
καὶ ἀλλοίωσις τοῦ μὴ ὄντος είς τὸ εἶναι, κατὰ τὸ
ον βούλημα μεθισταμένου. Καὶ ὥσπερ τὸν ἐπὶ
τοῦ χαλκοῦ χαρακτῆρα Καίσαρος είκόνα λέγει rb
Εὐαγγέλιον, δι’ οὗ μανθάνομεν κατὰ μὲν τὸ πρό-
σχημα τὴν ὁμοίωσιν εἶναι τοῦ μεμορφωμένου πρὸς
Καίσαρα, ὲν δὲ τῷ ὑποκειμένῳ τὴν διαφορὰν ἔχειν ο
οὕτω καὶκατὰ τὸν παρόντα λόγον, ἀντὶ χαρακτήρων
ὲπιθεωρούμενα τῇ τε θεία φύσει καὶ τῇ ἀνθρω-
πίνῃ κατανοήσαντες, ἐν οἷς ἡ ὁμοιότης ἐστὶν, ὲν τῷ
ὑποκειμένῳ τὴν διαφορὰν ὲξευρίσκομεν, ἥτις ὲν τῷ
ἀκτίστῳ καὶ τῷ κτιστῷ καθορᾶται. Ἐπειδὴ τοίνυν
τὸ μὲν ὡσαύτως ἔχει, καὶ ἀεὶ, τὸ δὲ διὰ κτίσεως γε·
γενημένον ἀπ’ ἀλλοιώσεως τοῦ εἷναι ἤρξατο, καὶ
συγγενῶς πρὸς τὴν ’τοιαύτην ἔχει τροπήν* διὰ

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.