PG 44, col. 320
τεινόμενος ὄροφος, καταλλήλως πάντα διὰ τῆς ὑφαν-
τικῆς ἐπιστήμης, ἐκ τῆς προσφόρου ἕκαστον ὕλης,
ἐπετελεῖτο. Τοῖς μὲν γὰρ ἦν τῶν ὑφασμάτων ὑάκιν-
θος ἡ βαφὴ, καὶ πορφύρα, καὶ τὸ πυραυγὲς τοῦ
κοκκοβάφους ἐρυθήματος· τό τε λαμπρὸν τῆς βύσσου,
ἡ αὐτοφυής τε καὶ ἀνεπιτήδευτος ἰδέα. Ἐτέροις δὲ
λἴνον, καὶ ἄλλοις τρίχες, πρὸς τὰς τῶν ὑφασμάτων
χρείας, παρελαμβάνοντο. Ἐν δὲ δπου καὶ τὰ ἐρυ-
θρὰ τῶν δερμάτων πρός τὴν τοῦ κατασκευάσματος
ὥραν εὕθετα ἦν. Καὶ ταῦτα μὲν, μετὰ τὴν ἐκ τοῦ
ὄρους κάθοδον, κατὰ τὸ ἐκτεθὲν αὐτῷ τῆς δημιουργίας
ὑπόδειγμα, ὁ Μωσῆς διὰ τῶν ὑπουργούντων κατ-
εσκευάσατο. Τότε δὲ ἐν ἐκείνῳ τῷ ἀχειροποιήτῳ ναῷ
γενόμενος, καὶ οἴῳ χρὴ τὸν ἱερέα κόσμῳ λαμπρύ-
νεσθαι, τῶν ἀδύτων ἐπιβατεύοντα, νομοθετεῖται· τῆ,
τε ἔνδοθεν περιβολῆς, καὶ τῆς φαινομένης, τὰ καθʼ
ἕκαστον τοῦ λόγου νομοθετήσαντος. Ἀρχὴ δὲ τῆς τῶν
ἐσθημάτων περιβολῆς, οὐ τὸ κρύφιον, ἀλλὰ τὸ φαι-
νόμενον γίνεται. Ἐπωμίδες ἐκ διαφόρου πεποικιλ-
μέναι βαφῆς, διʼ ὧν τό τε καταπέτασμα τὴν κατα-
σκευὴν εἶχε, καὶ χρυσῷ νήματι τὸ πλέον ἔχουσαι.
Πόρπαι καθʼ ἐκάτερον μέρος, αἱ τὰς ἐπωμίδας συν-
έχουσαι, σμαράγδους ἐν κύκλῳ διὰ χρυσοῦ περι-
σφίγγουσαι. Κόσμος δὲ τοῖς λίθοις ἐκ μὲν φύσεως
ἦν ἡ αὐγὴ, χλοεράς τινας ἀκτῖνας ἐφʼ ἐαυτῆς ἀπο-
στίλβουσα· ἐκ δὲ τῆς τέχνης, τὸ ἐκ τῶν γλυφίδων
θαῦμα. Οὕτι γε πρὸς εἰδώλων τινῶν χαρακτῆρα τῆς
τέχνης τὴν γλυφὴν ἐντεμούσης, ἀλλὰ τὰ ὁνόματα
τῶν πατριαρχῶν ἔξ καθʼ ἕκαστον τοῖς λίθοις ἐγκε-
χαραγμένα, κόσμος ἐγίνετο. Τά τε ἀπηρτημένα
τούτων ἀσπίδια κατὰ τὸ ἔμπροσθεν μέρος, αἴ τε
διάπλοκοι σειραὶ διʼ ἀλλήλων ἐναλλὰξ, κατά τινα
ῥυθμὸν, δικτυοειδῶς πεπλεγμέναι, καὶ ἀπὸ τῆς πόρ-
πης καθʼ ἐκάτερον μέρος ἄνωθεν καθιέμεναι τῶν
ἀσπίδων · ὡς ἂν, οἶμαι, πλέον ἡ τῆς πλοκῆς ὥρα
διαλάμποι, τῷ ὑποκειμένῳ λαμπρυνομένη. Ὁ τε
χρυσότευκτος ἐκεῖνος κόσμος, ὁ τοῦ στήθους προβε-
βλημένος, ἐν λίθοι τινὲς ἐκ διαφόρων γενῶν τοῖς
πατριάρχαις ἰσάριθμοι· τετραχῆ τῶν στίχων διακει-
μένων, τρεῖς καθʼ ἕκαστον ἦσαν ἐγκεκροτημένοι, τοὺς
ἐπωνύμους τῶν φυλῶν ἐφʼ ἑαυτῶν δεικνύντες τοῖς
γράμμασιν. Ὁ τε ὑποδύτης ἔνδον τῶν ἐπωμίδων,
ἐξ αὐχένος εἰς ἄκρους πόδας διήκων, τοῖς τῶν κοσύμ-
βων ἀπηρτήμασιν εὐπρεπῶς κεκοσμημένος. Τό τε
κάτω κράσπεδον, οὐ μόνον ἐκτῆς ὑφαντικῆς ποικιλίας
εἰς κάλλος ἐξησκημένον, ἀλλὰ καὶ διὰ τῶν ἐκ χρυσοῦ
ἀπηρτημάτων. Ταῦτα δὲ ἦν, κώδωνες χρύσεοι, καὶ
ῥοῖσκοι, ἐκ παραλλήλου τὸ κάτω κράσπεδον ἀπειλη-
φότες. Ἡ τε αὖ τῆς κεφαλῆς ταινία, ὑακινθίνη πᾶσα·
καὶ τὸ προμετωπίδιον πέταλον, ἐξ ἀκηράτου χρυ-
σίου, ἀῤῥήτῳ τινὶ χαρακτῆρι κεχαραγμένον. Καὶ
ζώνη, ἡ τὸ κεχυμένον τῆς περιβολῆς περιστέλλουσα·
καὶ ὁ τῶν κρυφίων κόσμος· καὶ πάντα ὅσα διʼ αἰ-
νιγμάτων, ἐν εἴδει περιβολῆς, περὶ ἰερατικῆς ἀρετῆς
ἐκπαιδεύεται. Ἐπεὶ δὲ τὰ τοιαῦτα, τῷ ἀοράτῳ ἐκείνῳ
πrρισχεθεὶς γνόφῳ, ἐν τῇ ἀποῤῥήτῳ τοῦ Θεοῦ διδασκαλίᾳ ἐξεπαιδεύθη, μείζων ἐαυτοῦ καταστὰς τῇ προσ-
θ. κῃ τῶν μυστικῶν μαθημάτων· οὕτως ἐκ τοῦ γνόφου πάλιν ἀναδὺς, πρὸς τὸ ὀμόφυλον κάτεισι, κοινωνήσων