PG 44, col. 441
hujus sensuumque organa evectus : sic enim caelestium concentuum fit capax ; quos, meo judicio, ma- ’
gnus itidem David percepit, quando per illam , quat in cmlis apparet, sapientissimam et artiticiosissi-
niam motionem, gloriam Dei, motum illum in coelestibus corporibus efiicientis, caelos enarrantes,
audivit π.
Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ άφράστου Θεοῦ
δόξης, ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προσαγόμε-
νος (50), ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία,
διὰ τῶν ἐναντίων συγκεκραμένη. Ἐναντίως γὰρ
ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις. Ταῦτα δὲ κέ-
κραται μετ’ ἀλλήλων ὲν τῇ φύσει τῶν ὅντων. Καί
τις ἀμήχανος ὲν αὐτοῖς καθορᾶται τῶν ἀντικειμένων
μίξις, ὼς καὶ ὲν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι,
καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον. Κινεῖται μὲν
γὰρ τὰ κατ’ οὐρανὸν ἀεὶ πάντα, ἢ τῷ ἀπλανεῖ συμ-
περιπολοῦντα κύκλῳ, ἦ κατὰ τὸ ἐναντίον διὰ τῶν
πλανητῶν ἀνελισσόμενα. Ἐστηκε δὲ πάντοτε καὶ
ἐπὶ τῆς ταυτότητος μένειὸ ἐν τούτοις εἱρμὸς, οὐδέ
ποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ’ ἕτερόν τι καινὸν μεθ-
ιστάμενος, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχων, καὶ ἐν τῷ αὐτῷ
διαμένων. Ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον
σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραὸάτῳ γινομένη
διὰ παντὸς εὐαρμοστίᾳ, μουσική τίς ἐστιν ἁρμονία
σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης
δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα. ’Ἦς μοι δοκεῖ καὶ 6
μέγας Δαυῒδ ὲν ἀκροάσει γενόμενος εἰπεῖν ἔν τινι τῶν
ψαλμῶν, ὅτι αἰνοῦσι τὸν Θεὸν αἴ τε ἄλλαι δυνάμεις,
(51) αί κατ’ οὐρανὸν πᾶσαι, καὶ τὸ ἀστρῶον φῶςξδ τε C
ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ, καὶτὸ
ὑπερουράνιον ὓδωρ, (52) ὅτι ποτὲ τὸ ὕδωρ λέγει καὶ
τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει. Ἦ γὰρ τῶν πάν-
των πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια, τάξει
καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη, ἡ πρώτη τε
καὶ ἀρχέτυπος καὶ ἀληθής ὲστι μουσική· ἢν 6 τοῦ
παντὸς ἁρμοστὴς, τῷ ἀρρήτῳ τῆς σοφίας λόγῳ διὰ
τῶν ἀεὶ ὲγγινομένων (55) ἐν σοφίᾳ τεχνικῶς ἁνα-
κρούεται. Εἰ οὖν 6 διάκοσμος ὅλος μουσική τις ἁρμο-
νία ἐστὶν, ἦς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καθώς
φησιν 6 Ἀτοόστολος· μικρὸς δὲ κόσμος 6 ἄνθρωπος,
6 δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν
κόσμον πεποίηται· ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου
οἶδεν 6 λόγος, τοῦτο κατὰ τὸ εἰκὸς καὶ ὲν τῷ μικρῷ
βλέπει ⁸ τὸ γὰρ μέρος τοῦ ὅλου, ὁμογενές ἐστι πάν-
τως τῷ (54) ὅλῳ. Ὥσπερ γὰρ ὲν ’τῷ (55) ψήγματι
βραχείας ὑάλου κατὰ τδ στίλϐον μέρος, ὅλον ἔστιν
{deti/(36), ὡς ἐν κατόπτρῳ, τὸν κύκλον τοῦ ἡλίου δει-
κνύμενον, καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλϐοντος
οὕτω καὶ ὲν τῷ μικρῷ κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω
φύσει, πᾶσα ἡ ὲν τῷ παντὶ θεωρουμένη μουσικὴ
καθορᾶται, ἀναλογοῢσα τῷ ὅλῳ διὰ τοῦ μέρους, ὡς
γωρείται τὸ ὅλον ὑπὸ τοῦ μέρους. Δείκνυσι δὲ τοῦτο
⁵⁵ Psal. vaII, 2 sqq. 9‘ Psal. CXLVIII, l sqq.
(50) Προαγόμενος, ed.
(5|)Kat add. ed.
:O‘N ποτὲ τὸ λῦδωρ om. ed.
(55) Γινομένων, cd.