PG 44, col. 448

στόματος, ὡς διὰ χορδῶν καὶ πλήκτρου κιθαρ-
ῳδίαν ;
Ἐπεὶ οὖν πᾶν τὸ κατὰφύσιν φίλον τῇ φύσει, ἀπεδεί-
χθη δὲ κατὰ φύσιν ἡμῖν οὖσαη μουσικὴ, τούτου χάριν,
ὁ μέγας Δαυῖδ τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελ-
ῳδίαν κατέμιξεν · οἷόν τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν
καταχέας δογμάτων, δι’ ἧς ἑαυτὴν άναθεωρεῖ (38)
τρόπον τινὰ καὶ θεραπεύει ή φύσις. Θεραπεία γάρ
φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ην μοι δοκεῖ
συμϐουλεύειν δι’ αἰνιγμάτων ἡ μελῳδία. Τάχα γὰρ
Β αὐτὸ τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστα-
σιν, παραίνεσις γίνεται. Τὸ μὴ δεῖν ἄμουσόν τε καὶ
ἔκτροπον καὶ παρηχημένον τῶν ὲν ἀρετῇ ζώντων εἷ-
ναι τὸ ἦθος, μήτε πέρα τοῦ μέτρου τῆς χορδῆς ὀξυτο-
νούσης· ῥήγνυται γὰρ πάντως ὑπερτεινόμενον τῆς
χορδῆς τδ εὐάρμοστον ' μήτ’ αὖ πρὸς τὸ ἐναντίον ἐν
ἀμετρίᾳ δι’ ἡδονῆς ύποχαλᾷν τὸν τόνον. κωφὴ γάρ
καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν
ἐγχαυνωθεῖσαο καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτεί-
νειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου’ πρὸς
τοῦτο βλέποντας, ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμε-
λής τε καὶ εὔρυθμος ό ὲν τούτοις ῆθεσι διαμένοι τρό-
πος, μήτε ἀμέτρως λυόμενός, μήτε πέρα τοῦ μέτρου
ύπερτεινόμενος.Ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας
ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ Δαυῖδ ἡ ἱστορία ο
ι παράφορόν ποτε καταλαϐὼν τὸν Σαοὺλ, καὶ ὲξε στη-
κότα τῆς διανοίας, οὕτως ὲξιάσατο κατεπᾴδων τοῦ
πάθους, ὥστε αύτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν επ-
ανελοεῖν τὴν διάνοιαν. Δῆλον οὖν ὲκ τούτων ἐστὶ πρὸς
ὃ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα ὅτι τὴν τῶν
παθημάτων καταστολὴν συμϐουλεύει ποιεῖσθαι τῶν
διαφόρως ἡμῖν (40) ὲγγινομένων ὲκ τῶν βιωτικῶν
περιστάσεων. Ἀλλά καὶτοῦτο προσήκει μὴ παραδρα-
μεῖν άθεώρητον, ὃτι ού κατὰ τοὺς ἔξω τῆς ἡμετέρας
σοφίας μελοποιοὺς, καὶ ταῦτα τὰ μέλη πεποίηται·
οὐ γὰρ ὲν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὣσ-
περ ὲν ἐκείνοις ἔστιν ἰδεῖν, παρ’ οἷς ὲν τῇ ποιᾷ τῶν
προσῳδιῶν συνθήκῃ, τοῦ ὲν τοῖς φθόγγοις τόνου βα-
ρυνομένου τε καὶ όξυτονοῦντος καὶ (4i) βραχυνομέ-
νου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἁποτίκτεται,
D ἀλλὰ καὶ (42) ἀκατάσκευόνιτε καὶ ἀνεπιτήδευτον τοῖς
θείοις λόγοις ὲνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελ-
ῳδίᾳ τὴν τῶν λεγομένων διάνοιαν βούλεται, τῇ ποιᾷ
συνδιαθέσει, τοῦ κατά τὴν φωνὴν τόνου τδν ἐγκείμε-
νον τοῖς ῥήμασι νοῦν, ὡς δυνατὸν, ὲκκαλύπτων (45).
Τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον, ᾧ κατα-
γλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ (ιιι) τῶν
διδαγ μάτων τροφή.
(tl) Kaiom. ed.
(42) Καί om. ed.
(ιτ) Ἑκκαλύπτοντος, ed.
(ιιι) 'H om. ed.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.