PG 44, col. 492

περὶ τούτου γινώσκειν, ὅπερ ή τῶν λοιπῶν σαςρηνίζιι
διάνοια τῶν τὴν αὐτὴν μεθερμηνευσάντων Γραφήν.
'0 μὲν γάρ τις ἀντὶ τοῦ t Εἰς τὸ τέλος, ι ι Τῷ νικοποιῷ»
φησίν· 6 δὲ ι Ἐπινίκιον, ι 6 δὲ τὸ t Εἰς νῖκος. ι Ἐπεὶ¹
οὖν (l8) τέλος παντὸς ἀγῶνος ή νίκη γίνεται, πρὸς
ἣν βλέποντες οἱ πρὸς τοὺς ἀγῶνας ἀποδυόμενοι, τῆς
ἀθλήσεως ἅπτονται, δοκεί μοι διά τοῦ τέλους 6 λόγος
,κ βραχείας φωνῆς ἐπεγείρειν εἰς προθυμίαν τοὺς
ἰιά ἀρετῶν ἀθλοῦντα-ς έν τῷ σταδίω rei; βίου, ὡς
ἂν είς τὸ (l9) τέλος βλέποντες, ὅπερ ἐστὶν ή νίκη, τῇ
τῶν στεφάνων ἑλπίδι τὸν ἐν τοῖς ἄθλοις πόνον ἑπι-
κουφίζοιεν. Ὅπερ δή καὶ νῦν ὲν τοῖς ἀγῶσιν όρῶμεν
γινόμενον. Προδεικνύμενος γὰρ τοῖς πρὸς ἀλλήλους
ἐν τοῖς σταδίοις συμπλεκομένοις (20) στέφανος, ὲπιῤ-
ῥώννυσι μᾶλλον αὐτῶν τὴν ὑπὲρ τῆς νίκης σπουδήν,
τῶν γινομένων αὐτοῖς διά τῆς συμπλοκῆς πόνων
ὑπὸ τῆς ἐλπιζομένης εὐδοξίας (21) ὲκκλεπτομένων.
Πᾶσι τοίνυν ήνεῳγμένου τοῦ σταδίου πρὸς ἄθλησιν
(στάδιον δὲ 6 κοινὸς τῶν ἀνθρώπων βίος ἐστὶν) ,
έν ᾧ (22) εἷς ἀντίπαλός ἐστιν ή κακία, πολυτρό-
πως τοίς δολεροῖς παλαίσμασι καταγωνιζομένη
τοὺς (25) προσπαλαίοντας’ διὰ τοῦτο 6 ἀγαθὸς τῶν
ψυχῶν παιδοτρίϐης προδείκνυσί σοι τῶν ἱδρώτων
τὸ τέλος. καὶ τὸν ὲκ τῶν στεφάνων κόσμον, καὶ τὴν
ἐπὶ τῇ νίκῃ ἀνάρρησιν ο ἵνα πρὸς ἐκεῖνο βλέπων (24)
τὸ τέλος, τῷ νικοποιῷ σεαυτὸν ὲπερείδῃς, καὶτὸ (25)
ἐπινίκιον κήρυγμα σεαυτῷ παρασκευάζῃς. Ὅσα δὲ
τούτοις κατὰ τὸ ἀκόλουθον ὕπεστιν τῆς είς ἀρετὴν
διδασκαλίας νοήματα , φανερά πάντως ἂν εἴη τοῖς
διά τῆς ἀρχῆς ταύτης πρὸς τὸ ἀκόλουθον βλέπουσι.
Δῆλον γὰρ ὅτι ὃσα τῆς ψυχῆς πάθη ἐστὶν, τοσαῦτα.
κρατήμοιτμ τῶν ἐχθρῶν γίνεται καθ’ ήμῶν, καὶ πα-
λαίσματαο δι’ ὧν καθάπερ τι μέλος τῆς ψυχῆς, ὁ
λογισμὸς ὲξαρθροῦται πολλάκις καὶ ὲξαρμίζεται (26),
εἰ μή τις παρεσκευασμένος διά μελέτης, τὸ ἀσφαλές
τε καὶ ἀκατάπτωτον ἐν τοῖς τοιούτοις (27) ἀγῶσιν
ἑαυτῷ κατορθώσειε (28), διὰ τῆς νομίμου ἀθλήσεως,
καθώς φησιν ό Ἀπόστολος, τὴν νίκην ἑαυτῷ κατασ-
κτώμενος, ήτις ἐστὶν τῶν ἀγώνων τὸ τέλος.
Τά δὲ συμπαραγραφόμενα τῇ ι Εἰς τέλος fi φωνῇ,
ὑποθῆκαί τινές εἰσι καὶ συ μθουλαὶ πρὸς τήν νίκην· δι’
ὧν ἀν κατορθωθείη τὸ σπουδαζόμενον. Ἦ τε γὰρ τῶν
ἀλλοιωθησομένων λέξις [(28⁹) τὴν πρὸς τὸ κρεῖττον
μεταποίησιν τῆς ψυχῆς ὑποτίθεται. Καὶ ή τοῦ
Μαελὲθ ἑρμηνεία πρὸς μείζονα προθυμίαν intortio
(26) Βλέποντες. ed.
(25) Τό om. ed.
(26) Ἐξορμίξεταιι ed.
(27) Τούτοις, ed.
(28) Ιςατορθώσει. ed.
(28⁸) Verba uncis inclusa om. ed.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.