PG 44, col. 512

τῆς φωνῆς διδασκόμεθαο Διπλῆς οὔσης ὲν τῇ Γραφικῇ
συνηθείᾳ, τῆς κατὰ τὴν ἐξομολόγησιν σημασίας, καὶ
νῦν μὲν τὴν ὲξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν
ἐνδεικνυμένης· ἐνταῦθα κατ’ ἀμφοτέρας τὰς ἑννοίας
πρὸς τὸν κατ’ ἀρετὴν βίον χειραγωγούμεθα. Ἥ τε
γὰρ ὲξαγόρευσις χωρισμόν τε καὶ ἀλλοτρίωσιν τῶν
κακῶν ἀπεργάζεται, τό τε πρὸς (τήν εὐχαριστίαν
πρόθυμον πλεονάζει (15) τὴν παρὰ τοῦ εὐεργέτου
χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιίας.
Ὶρόκειται οὖν ὁ ψαλμὸς ι Ei; ἐξομολόγησιν ι οὕτως, εἰ
ιέν τις ἁμαρτίας ὑποσμύχει σε μνήμη, συμϐουλεύων
:b διὰ (11) τῆς μετανοίαξκαθάρσιόν. ἐξ δέ σοι πρὸς
rb κρεῖττον εὐοδοῦται ό βίος, βεϐαίαν σοι ποιεῖ διὰ
τῆς πρὸς τὸ Θεῖον εὐχαριστίας τὴν ἀμείνω προαί-
ρεσιν.
Ἡ δὲ ι Στηλογραφία, ι καὶ τὸ ι Μὴ διαφθείρῃς, ι
εἴτε μετ’ ἀλλήλων, εἴτε κεχωρισμένως τισὶ τῶν ἐπι-
γραφῶν ὲφευρίσκοιτο (15), συμϐουλὴν περ). τῆς κατὰ
τὴν μακροθυμίαν ἀρετῆς περιέχουσι. Τὸ γὰρ ι Μὴ
διαφθείρῃς, ι τοῦ Δαυΐδ ἐστιν ἡ φωνὴ, κωλύοντος τὸν
ὑπασπιστὴν χρήσασθαι κατὰ (16) Σαοὺλ τῇ πληγῇ.
Ἡδὲ τῆς ι Στηλογραφίας ι διάνοια, τὸ δεῖν οἷόν τινι ’
στήλῃ τῷ μνημονικῷ τῆς ψυχῆς ἐγκεχαραγμένην
ἔχειν τὴν τοιαύτην φωνὴν, ὡς ἂν ἐπὶ τῶν ὁμοίων
πραγμάτων, εἴ τις περίστασις πρὸς τὴν τοῦ λελυπημ-
ιότος ἄμυναν τὸν θυμὸν ήμῶν διαναστήσειεν , ἀνα-
γινώσκοντες τῇ διανοίᾳ τὸ κωλυτικὺν τοῦ φόνου
πρόσταγμα, καὶ αὐτοὶ (17) πρὸς μακροθυμίαν τὸν
θυμὸν κατευνάσωμεν. Ἀκριϐέστερον δὲ τὸν περὶ
τούτων (18) λόγον είς αὖθις διαληψόμεθα, πρὸς τὴν
τῶν λοιπῶν ἐπιγραφῶν θεωρίαν ὲπαναδραμόντες.
ΚΕΦΑΛΑΙΟΝ Z'.
Χρὴ γὰρ καὶ τὺ ι Ἀλληλοιῒία, ι ὃ τί ποτε σημαί-
νει, κατανοῆσαι, ὅπερ πολλοῖς τῶν ψαλμῶν ἐπιγραφὴ
γίνεται.”Εστι τοίνυν τὸ ι Ἀλληλούῖα, ι παρακέλευσις
μυστικὴ, πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπ-
εγείρουσα, ἴνα τοιοῦτον τούτου (19) τὸ σημαινόμενον,
D ὅτι ι Αἰνεῖτε τὸν Κύριον’ ι ὲν οἷς γὰρ μέρεσι τῆς
ἁγίας Γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ λέγουσα ,
ι Αἰνεῖτε τὸν Κύριον, ι διὰ τοῦ ‹ Ἀλληλούῖα ι ὲν ταῖς
Ἐϐραῖκαῖς γραφαῖς τὸ τοιοῦτον σημαίνεται.Ἦ τάχα
μᾶλλον γνωρίζει ό λόγος οὗτος τῆς ὑποκειμένης (20)
ψαλμῳδίας τὴν δύναμιν, λέγων αὐτὴν αῐνον εἶναι
Θεοῦ. Ποικίλως γὰρ ὲκ διαφόρων ὀνομάτων κατά
τινα συμϐολικὴν σημασιαν τῆς θείας φύσεως δηλου-
μένης ὲν ταῖς Ἐϐραίων φωναῖς⁶ ἓν τῶν σημαντι-
(17) Kal} αὐτοὶ( αὐτῇ, ed.
(181Τουτου ε( .
(18) Τούτου ed.
(l9) Τοῦτο, ed.
(20) Ύπε ρκειμένης, ed.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.