PG 44, col. 516

τοιοῦτον ὀ λόγος τῇ ἀναγνώσει τῆς ἐκκλησιαστικῆς
ἐπιγραφῆς προστιθεὶς (52), ὅτι παρ’ Ἑϐραίοις ἐστὶν
ἀνεπίγραφος. Τῆς τοίνυν διαιρέσεως ταύτης ἐν τοῖς
ἀνεπιγράφοις προεκτεθείσης, καιρὸς ἂν εἴη δι’ αὐτῶν
ὒν ῥητῶν δοῦναι τῷ λόγῳ τὴν μαρτυρίαν.
Ὀ προτεταγμένος τῶν ὅλων ψαλμὺς ἐπιγραφῆς
οὑκ ἐδεήθη. Φανερδς γάρ ἐστι τοῖς ἀναγινώσκουσιν
ὁ τῶν λεγομένων σκοπὸς, ὅτι είσαγωγικὸς πρὸς φι-
λοσοφίαν ἐστὶν, ἀποστῆναι τοῦ κακοῦ συμϐουλεύων,
καὶ ὲν τῷ ἀγαθῷ γενέσθαι, καὶ ὁμοιοῦσθαι τῷ Θεῷ
κατὰ δύναμιν.
Ἀλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεϐεῖν, ὲν τῇ ἀρχῇ τοῦ
μακαρισμοῦ προετάχθη, 6 δεύτερος, ὅπως ἂν ἔξω
τῆς ἀσεϐείας γενώμεθα, ὑποτίθεται τὸ εύαγγελικδν
προαναφωνήσας μυστήριονο ὥστε τρόπον τινά ὲπι-
γραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι’ λέι
γει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γένεσιν τοῦ (55) σήμερον
μὲν γεννηθέντος δι’ ἡμᾶς (χρόνου δὲ μέρος ἐστὶ τὸ
ι σήμερον ἱ), ἀεὶ δὲ ὲκ τοῦ [ἰατρὸς καὶ ὲν τῷ Πατρὶ
ὄντος Υἱοῦ καὶ Θεοῦ. Τήν τε βασιλείαν ἐπὶ τῶν
ἀϐασιλεύτων, οῖ διὰ τὸ μὴ δουλεύειν Θεῷ, ἐν (54)
ἔθνεσιν ἦσαν κατειλεγμένοι ο αὐτόνομοί τινες ὄντες,
μᾶλλον δὲ ἄνομοι, τῷ τὸν θεῖον μὴ παραδέξασθαι
νόμον, ἀλλ’ ἀπορῥίψαι ἀφ’ ἑαυτῶν τὸν ζυγόνι ζυγὸν
δὲ λέγει τὴν ἐντολήν.
Τῆς δὲ τοῦ παντὸς ὑπερκειμένης βασιλείας, καὶ ἐπὶ
τούτοις ἐλθούσης, οἱ ποτὲ ἀδέσποτοι, Θεοῦ κληρονο-
μία (55) γίνονται διὰ τῆς είς τὸν σήμερον γεννηθέντα
πίστεως· ’τοῦτον λέγω, τὸν καταστάντα βασιλέα ἐπ’
αὐτῶν ο καὶ αὐτοὶ γεννηθέντες καὶ βασιλεῖς γενόμε-
νοι. Ἐφ’ ὧν ἡ σιδηρᾶ ῥάϐδος, τουτέστιν, ἡ ἄτρεπτος
δύναμις περιθ ρύψασα τὸ γήῖνόν τε καὶ ὀστράκινον, εἰς
τὴν ἀκήρατον φύσιν μετεστοιχείωσε, διδάξας ὅτι μόνον
ἐστὶ μακάριον τὸ ἐπ’ αὐτῷ ('56) πεποιθέναι. Ταύ-
της δὲ οὔσης τοῦ ψαλμοῦ τῆς διανοίας, ἢν ἐξεθέμην,
ἔξεστι τῷ βουλομένῳ δι’ αὐτῶν τῶν θείων ῥημάτων
δοκιμάσαι τὴν ἡμετέραν ὑπόληψιν, εἴπερ ἐφαρμόζει
τὰ παρ’ ἡμῶν εἰρημένα τῇ θεοπνεύστῳ Γραφῇ (37).
Ol δὲ λοιποὶ τῶν άνεπιγράφων κατὰ τὺν προαπο-
δοθέντα λόγον ἡμῖν , τῇ συναγωγῇ τῶν Ἐϐραίων,
οὐ τῇ τοῦ Θεοῦ Ἐκκλησία, τοιοῦτοί εἰσιν. Ἐπὶ
πάντων γὰρ ἔστιν εὑρεῖν τινα πάντως ἐπιγραφὴν,
(35) κληρονόμοι, cd.
(36) Αὐτόν, ed.
(ετ) Φωνῇ, ed.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.