PG 44, col. 589

τὸ ἔλεός σου. ι Τὰ ῥήματα τῆς ὑπὲρ τούτων δοξολο-
γίας οἶμαι τὰς τελευταίας εἶναι τῆς ψαλμῳδίας φωνὰς,
ὲν οἷς φησιν ⁸ t ’Υψώθητι ἐπὶ τοὺς οὐρανοὺς,ό Θεὸς,
καὶ ἐπὶ πᾶσαν τὴν γῆνή δόξα σου. ι Ὅσον γὰρ πλεο-
νάζει κατὰ γῆν ὴ τοῦ Θεοῦ δοξολογία ἡ διὰ τῶν σωζο-
μένων ὲκ πίστεως ὲπαυ ξομένη, τοσοῦτον αἱ ὐποκόσμιόι
δυνάμεις ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν ἀγαλλιώμεναι, τὸν
Θεὸν ἀνυρνοῦσί τε καὶ δοξολογοῦσιν, καθῶς φησιν ἐπὶ
τῶν ποιμένων ἡ ἐπουράνιος στρατιὰ, ὅτε ἴδον οί ἄγγελοι ἐπὶ γῆς τὴν εἰρήνην τὴν ὑπὲρ τῆς ἐν ἀνθρώποις
εὐδοκίας τῷ βίῳ ἡμῶν ἐπιφανεῖσαν, ὅτι ι Δόξα ὲν ὑψίστοις Θεῷ. t
ΚΕΦΔΛΛῘΟΝ 1Ε’. κ Β
Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὐπερκειμέν·
διαδοχὴ τοσοῦτον ἐπὶ τὸ μεγαλειότερον διαφέρει, ἱ
ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν. Καὶ ὥσ
ὲν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδρα-
μὼν, μείζονα τοῦ προτέρου τὴν δόξαν Ιἤρατο , κρείτ-
των ὲπιδειχθεὶς τοῦ προτρέχοντος· οὕτως ἔοικεν η
ἑϐδόμη τε καὶ πεντηκοστὴ cumpca: , μεγάλης ἑπι-
δειχθείσης κατ’ ἔννοιαν τῆς προδιηνυσμένης , νικᾷν
αὐτὴν τῇ μεγαλοφυῖᾳ τοῖς ίδίοις νοήμασιν· ὡς γάρ
ἐκείνη κατά τῶν ἄλλων εἶχε τὰ νικητήρια , οὕτως
αὕτη τῆς ὑπερεχούσης τῶν ἀλλων τὸ πλέον ἔχει ο καὶ
ταύτῃ γάρ μαρτυρεῖ τὴν νίκην ἡ t Είς τὸ τέλος ι ἐπι-
γραφή. Ἀλλ’ ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντίπάλων
ἧτταν, ἀλλά τὸν ὲν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύ-
της τῆς νίκης ό λόγος διαμαρτύρεσθαι. Ἔχει δὲ τῆς
ἐπιγραφῆς οὕτως ἡ λέξις ⁵ t Είς τὸ τέλος, μὴ διαφθεί-
ρῃς, τῷ Δαδὶδ εἰς στηλογραφίαν. ι Ποσάκις ὁτῆς μα-
κροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύ-
της ὐπ’ αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ
αὐτοῦ τάχα τοῦ Πνεύματος τοῦ ἀγίου θαυμαστικῶς
τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμϐάνοντος , ὡς
κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως, καὶ
τῶν τῆς φύσεως ὅρων ὐπερεκπίπτουσαν. Μόνης γὰρ
τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν
εἰπεῖν , ἦς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτε-
ται. Ἀνθρωπος δέ τις ὢν καὶ θυμὸν συνουσιωμένον
ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρά τοῦ μηδεμίαν
μὲν εἰληφότος είς τὸ κακὸν ἀφορμὴν, πολλῶν καὶ
μεγάλων ἀγαθῶν ἠξιωμένου , ὑπέρ τε τῆς κενῆς .
χῆς καὶ ὑπὲρ τῶν είς αὐτὸν ἐκεῖνον γεγενημένων, οὐ-
τος μετανάστης ὑπ’ αὐτού τοῦ τῆς εὐποιίας τετυχη-
κότος καὶ φυγὰς γίνεται τῆς οίκείας ἑστίας ἐπὶ θα-
νάτῳ παρά τοῦ εὖ πεπονθότος συνελαυνόμενος. Δ’Ἁλ-
λοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον ἐρήμοις ἐναυ-
λιξόμενος , ἀκρωρείαις προσφεύγων , ἀλλοφύλων ίκέ-
της, γενόμενος, ὲν ἐνδείᾳ τῶν ἀναγκαίων κακοπα-
θῶν, ὕπαιθρος τά πολλὰ διακαρτερῶν, πολλάκις παρ’
αὑτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστὰς , νῦν ;
αὐτόχειρ διὰ τῆς λόγχης πρὸς τὸν κατ’ αὐτοῦ φόνον
ὁρμήσαντος ο πάλιν δὲ τὸν οἷκον, ὲν ᾧ διῆγεν, διά τῶν,
δορυφόρων διαλαϐόντος, ῶς ἂν μὴ φύγοι τὸν θάνατον.
⁶ an. η, fl.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.