PG 44, col. 597

αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει τὸν προϋπάρχοντα.
ῥύπον, ἀλλ’ αὐτὸς γίνεται ῥύπος. Οὐκοῦν ὥσπερ τὸ
λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδη-
λότερον γίνεται, οὕτως καὶ ἠ τῶν χειρῶν τοῦ δικαίου
καθαρότης, διά τῆς τοῦ ἐναντίου συγκρίσεως, λαμ-
προτέρα καθίσταται. Τὸ γάρ νῦν ἀπιστούμενον, ὅτι
τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως
κακοπαθήσασι μετουσία τοῦ κρείττονος, τότε διὰ τῆς
πείρας φανερωθήσεται· 6 γάρ ταῦτα βλέπων ἐρεῖ,
ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν
τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσειτ Ὁρᾷς οἵας ἐπιϐέὸηκεν
ἀκρωρείας 6 λόγος; ὅσον ὑπεραίρει τῶν προδεικνυ-
μένων ἐν τοῖς Ψαλμοῖς τὸ μέγεθος ;’
tudinem ascenderit oratio, quantum‘ excedat celsitudinem eorum, qua: in praecedentibus Psalmis
tractata sunt?
ΚΕΦΑΛΛΙΟΝ ις’.
Ἀλλ’ ούδέ οὗτος ὄρος τῆς εἰς τὸ ὕψος ἀναϐάσεως
τοῖς δι’ ἀρετῆς προκόπτουσι γίνεται. ὐ γάρ μετὰ
τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως, ὑπὲρ τοῦτον καὶ τῇ
μεγαλοφυῗᾳ. τῆς Θεωρίας εὑρίσκεται. Πάλιν δὲ ἡ
ἐπιγραφὴ ἀνακηρύσσουσα τὸν στεφανίτην· πάλιν
ἐπ’ αὐτῶν στήλη τὸ ὺπέρ ἄνθρωπον εἶναι τὴν τοιαύ-η
την νίκην μαρτύρεται. ι Ei; τὸ τέλος ι γάρ, φησὶ,
ι μὴ διαφθείρῃς. ι Εἴρηται πολλάκις, ὄτι νίκη ἐστὶ
τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν
ἐφερμηνεύειν τῷ λόγῳ τδ ἐγνωσμένον. Τὸ δὲ, ι Μὴ
διαφθείρῃς, ι ἠ φιλάνθρωπος αὕτη φωνὴ, καὶ πᾶσαν
μακροθυμίας ὑπερϐολὴν παριοῦσα, μείζονος ἐπιϐιὲ⁹
σηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας. Τίς γάρ ούκ
οἶδεν, ὅτι πρόχειρος μέν είς εὐποιίαν ἐστὶ καὶ
τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προεν-
δειξαμένων κακίαν· πολλάκις δὲ καὶ μικρᾶς τινος
λύπης προσγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος,
ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν, καὶ ἐν τῷ
καιρῷ τῆς εὐποιίας ούκ ἀπετράπη τοῦτο ποιῆσαι καο
λῶς, τὸν ἐπί⁹ μετρίοις λυπήσαντα⁶ ό δέ μικροφυὴς
, τὴν διάνοιαν, κᾶν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶ-
σαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν, καιροῦ
τινος εἰς κακοποιίαν λαϐόμενος. Οὐκοῦν οὐκ ἴσον τὸ
θαῦμα, κᾶν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ
μηδὲν προπεπονθότος κακὸν, καὶ ἐπὶ τοῦ εὐποιίαις
ἀμειψαμένου τὸν προλυπήσαντα. Τούτου χάριν, ὡς
ἂν μάλιστα τὸ ἀπαράθετόν τε καὶ ἀζήλωτον ἐπι·
δειχθείη τῆς τοῦ Δαόὶδ μακροθυμίας, ἥτις αὐτὴν,
μικροῦ δεῖν, μιμεῖται τῆς θείας φύσεως τὴν ἀπά-
θειαν, παρατίθησι τὴν πονηράν ἐκείνην τοῦ Σαοὺλ
μανίαν. Εἴρηται γὰρ, φησὶν, τῷ Δαόὶδ ἡ τοῦ ι Μὴ
διαφθείρῃς ι φωνὴ, ἢν τῇ μνήμῃ τῶν ἐπιγενομένων
ὲνστηλιτεύῃ, οὐχ ὅτε φιλικῶς πρὸς αὑτὸν εἶχεν 6
τύραννος, ἀλλ’ ἤδη γεγενημένων ἐκείνων, ὅτε ἀπ-
έστειλεν Σαοὺλ εἰς τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι
αὐτόν. Πάντως δὲ οὐκ ἀγνοεῖς, ό φιλομαθὴς, τὸ μέρος
ξ’ Psal. tvm, ll. ¹¹ lReg.xix, ιι,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.