PG 44, col. 64

γεωργοῦντοςάποδενδρού μενον, ὥστε γενέσθαι παντα-
χόθεν αὐτὸν ἀμφιλαφῆ τοῖς νοήμασι, καὶ διηπλωμένον
ἀντὶ κλάδων τοϊς δόγμασι, καὶ τῷ σκοπῷ τῆς εὐσε-
ϐείας είς ὕψος ἀνατεινόμενον, ὡς καὶ τάς ὑψηλάς τε
καὶ μετεωροπόρους ψυχὰς. ἀς πετεινὰ τοῦ οὐρανοῦ
τὸ Εὑαγγέλιον ὀνομάζει, δύνασθαι τῷ μεγέθει τῶν
τοιούτων κλάδων ὲννοσσεύειν. Καλιὰ γάρ τις οἶόν
ἐστι ψυχῆς, ἡ περὶ τὸ ζητούμενον συγκατάθεσις, τὴν
ἄστατον τοῦ νοῦ πολυπραγμοσύνην, καθάπερ τινὰ
πολυπλανῆ πτῆσιν, ἐφ’ ἑαυτῆς ἀναπαύουσα. Πῶς οὖν
ι τῷ τοιούτῳ καὶ τηλικούτῳ δένδρῳ τῶν λόγων,
άντιφυτεῦσαι τὴν βραχεῖαν τῆς διανοίας ἡμῶν ὑπο-
σπάδα; Ἢ τοῦτο μὲν οὔτε σὺ κελεύεις, οὔτ’ ἂν ἐγὼ
δεξαίμην ποτὲ, τὸ ἐξ ἐναντίου τῇ τοῦ πατρὸς ἡμῶν
καὶ⁵ διδασκάλου φιλοπονίᾳητὺν ἡμέτερον ἀντιτεθῆναι
πόνον; Ἀλλ’ ὥσπερ οί γεωργοὶ⁸ θαυματοποιοῦ σιν,
καρπῶν διαφορὰν ἐν ένὶ φυτῷ σοφιζόμενος· ό δὲ τρό-
πος τῆς φυτοκομίας οὗτός ἐστιν· Βραχύ τι φύλλον ἐξ
ἐτέρου δένδρου μετά τοῦ ὑποκειμένου τῇ βάσει φλοιοῦ
ἀποσύραντες, ἄλλῳ φυτῷ μείζονι, κατά τι μέρος ἓν,
τομῆς τὸν φλοιὸν ὲναρμόζουσιν, ἵνα τῇ φυσικῇ τοῦ
μείζονος ἰκμάδι τὸ ὲντεθὲν έκεῖνο πιαινόμενον, είς
κλάδον ἀναφύηται. Οὕτω καὶ αὐτὸς τὴν ἐμὴν διά-
νοιαν,οἷόν τινα βραχὺν μόσχον τῇ ίκμάδι τοῦ μεγάλου
δένδρου τῇ τοῦ διδασκάλου ἡμῶν σοφίᾳ ὲνείρας, κλά-
δος ἐκείνου γενέσθαι πειράσομαι, ἐμφυόμενος ὡς
ἔστιν μοι δυνατὸν τοῖς νοήμασι. καὶ τῇ χορηγίᾳ τῆς
ἐκεῖθεν ἐνδιδομένης ἡμῖν ἀφορμῆς ὲπαρδόμενος.
Οἶμαι γὰρ ἐγὼ μὴ καλῶς τινας τὸν σκοπὸν τῶν είς
τὴν Ἐξαήμερον αὐτῷ πεπονημένων ἐπεγνωκέναι, οὗ
χάριν αἰτιῶνται τὸ μήτε περὶ τοῦ ἡλίου σαφῆ παρα-
560m τὴν γνῶσιν αὐτοῖς, πῶς μετά τρεῖς ἡμέρας
ωστῆρ , οὔτ’ ἀν μετά τῶν ἄλλων ἀστέρων κατα-
ιυάζεται , ὡς ἀδύνατον ὃν ὄρθρῳ καὶ ἑσπέρᾳ διο-
θῆναι τὸ ἡμερήσιον μέτρον, εί μὴ πάντως ὁ ἥλιος
πέραν μὲν δυόμενος, ὄρθρον δὲ ἀνατέλλων ποιή-
Ὠσαύτως δὲ καὶ τὴν τῶν δύο οὐρανῶν δημιουρ-
,ν οὐ παραδέχονται λέγοντες, εί καὶ τρίτου μέ-
ml. οὐρανοῦ ό Ἀπόστολος , ὀὐδὲν ἦττον μένειν
τῷ μέρει τούτῳ τὸ ἀπορον ο διότι ὲν ἀρχῇ γεγονό-
ἐνὸς οὐρανοῦ, μετά ταῦτα δὲ τοῦ στερεώματος,
ou δὲ οὐρανοῦ, τοῦτ’ ἔστι δευτέρας δημιουργίας,
προσγραφείσης τῷ Μωῦσῇ, ἀναπόδεικτόν ἐστι τὸ
καὶ τρίτον οὐρανὸν ἐπὶ τοῖς δύο τούτοις νοεῖν, τῷ
μήτε μετὰ τὸ στερέωμα γεγενῆσθαι ἀλλον, μήτε τὸν
τῆς ἀρχῆς λόγον συγχωρεῖν προεπινοεῖν τι πρεσϐύ-
τερον. El γὰρ ὲν ἀρχῇ γέγονεν οὐρανὸς , δῆλον ὅτι
ἀπὸ τότε ἡ κτίσις ῆρξατο ⁸ οὐ γὰρ ἂν ἀρχνὴ κατωνο-
μάσθη ὑπὸ τοῦ λόγου, εί ἀλλην εἶχεν ἀρχὴν ἑαυτῆς
ὑπερκειμένην ο τὸ γὰρ δευτερεῦον κατά τὴν τάξιν
οὔτ’ ἐστιν ἀρχὴ, οὔτε λέγεται. ’.Αλλά μὴν καὶ τρίτου

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.