PG 44, col. 68

προχεῖται τὸ ῥεῖθρον, μηδεμιᾶς ἐλαττώσεως ἢαὺξὴ-
σεως γενομένης, ἀναγκαίως τὸ μηδὲν ἀναλίσκεσθαι
τῆς ὑγρᾶς οὐσίας ὁμολογεῖται. Οὑ γὰρ ἐνδέχεται τὸ
δαπανώμενον ἐν τῷ ἴσῳ μέτρῳ πρὸς τὺ διηνεκὲς
διαμένειν· ἀλλ’ οὐδὲ τὸ πῦρ, εἴπερ τῷ ὄντι δαπανη-
τικὸν τοῦ ὓδατος ἦν, ἔμενεν ἂν ἐπὶ τοῦ ιδίου μέτρου
άναυξές τε καὶ ἄτροφον. Οὑ γάρ ἐστι δυνατὸν τῇ
δαπανωμένῃ ὕλῃ τοῦ πυρὸς μὴ συναύξεσθαι φύσιν.
Εί οὖν ταῦτα σὺ καὶ τά τοιαῦτα πολυπραγμονῶν, ό
πᾶσι τοῖς ὑψηλοῖς ἐπεκτεινόμενος, καὶ τὰ ἐν τῷ
ζόφῳ τῆς τοῦ Μωὺσέως ὀπτασίας κείμενα, αὑτός τε
ίδεῖν τῇ φρονήσει σου, μὴ πρὸς ἄλλον βλέπειν. ἀλλά
πρὸς τὴν ἐν σοὶ χάριν, καὶ τῷ πνεύματι τῆς άποκα·
λύψεως τῷ διά τῶν προσευχῶν σοι φανερουμένῳ, τά
Θεία βάθη διερευνᾶσθαι. Ἐπεὶ δέ χρὴ κατά τὸν
ἀποστολικὸν νόμον εἴκειν ἀλλήλοις δι’ ἀγάπης ἡμᾶς ο
ἴδιον δὲ τῆς ἐπαινετῆς δουλείας ἐστὶ, τὸ είς ἔργον
ἀγαγεῖν τὰ ἐπιτάγματα, διὰ βραχέων ὡς ἔστι δυνα-
τὸν, τὴν περὶ τούτων ὑπόληψιν ἐκκαλύψαι πειράσο-
μαι, τῇ σῇ προσευχῇ συμμάχῳ πρὸς τὸν λόγον χρώ-
μενος. Τοῦτο δέ μοι πρὸ τῆς ἐγχειρήσεως διαμεμαρ-
τυρήσθω, τὸ μηδὲν ἡμᾶς ἀντιδογματίζειν τῷ ἁγίῳ
Βασιλείῳ, περὶ τῶν κατά τὴν κοσμογονίαν αὑτῷ φι-
λοσοφηθέντων, μηδ’ ἂν πρὸς ἑτέραν ἐξήγησιν ἐκ
τινος ἀκολουθίας ό λόγος ἔλθῃ ’ ἀλλ’ ἐκεῖνα μὲν κε-
κρατήσθω, καὶ μόνης τῆς θεοπνεύστου Διαθὴκης τὰ
δευτερεῖα φερέσθω ο τά δέ ἡμέτερα ώς ἐν γυμνασίῳ
τινὶ σχολαπικσῦς ἐπιχειρούμενα τοῖς ἐντυγχάνουσι
προκείσθω, μηδεμιᾶς μηδενὶ διά τούτων βλάϐης
προσγινομένης, εἴ τι παρὰ τὴν κοινὴν ὑπόληψιν ἐν
τοῖς λεγομένοις εὑρίσκοιτο. υὺ γάρ δόγμα τὸν λόγον
ποιούμεθα, ὥστε ἀφορμὴν δοῦναι τοῖς διαϐάλλουσιν ·
ἀλλ’ ὁμολογοῦμεν ἐγγυμνάζειν μόνον ἑαυτῶν τὴν
διάνοιαν, τοῖς προκειμένοις νοήμασιν, οὑ διδασκαλίαν
ἐξηγητικὴν τοῖς ἐφεξῆς ἀποτίθεσθαι. Tb μὲν οὖν
συμπλέκεσθαι πρὸς τὰς ἐνστάσεις τὰς ἀπὸ τῆς ἁγίας
Γραφῆς ἡμῖν προτεινομένας, καὶ ἐκ τῶν περὶ
πόδα παρά τοῦ διδασκάλου ἡμῶν ἐρμηνευθέντων,
ὅσα δοκεῖ μὴ συμϐαίνειν ταῖς κοιναῖς ὑπολήψεοι,
μηδεὶς ἀπαιτείτω τὸν ἐμὸν λόγον. Ub γὰρ τοῦτό
μοι πρόκειται, τὸ, συνηγορίαν τινὰ τοῖς ἐκ τοῦ
προχείρου φαινομένοις ἐναντιώμασιν ἐπινοῆσαι·
ἀλλά μοι συγχωρηθήτω κατ’ ἐξουσίαν πρὸς τὸν [διον
σκοπὸν τὴν τῶν ῥητῶν ἐξετάσαι διάνοιαν· εἶπως
ἡμῖν γένοιτο δυνατὸν, συμμαχίᾳ. Θεοῦ, μενούσης τῆς
λέξεως ἐπὶ τῆς ἰδίας ἐμφάσεως, συνηρτημένην τινὰ
καὶ ἀκόλουθον ἐν τῇ κτίσει τῶν γεγονότων ἐπινοῆσαι
τὴν θεωρίαν. ι Ἐν ἀρχῇ ἐποίησε, φησὶν, ό Θεὸς
τὸν οὐρανὸν καὶ τὴν γῆν, ι καὶ τά ἐφεξῆς ὅσα περι-
έχει τῆς κοσμογονίας ό λόγος, τά μὲν δὴ γεγενημένα
κατὰ τὴν Ἐξαήμερον ταῦτα. Χρὴ δὲ, οἶμαι, πρὸ
τῆς ἐξετάσεως τῶν γεγραμμένων, ἐκεῖνο διομολογη-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.