PG 44, col. 761
po; ἦν ἠ συκῆ, οὐδ’ ἂν νῦν πάντως ἐδώδιμος ἦν.
Ἀμα δὲ καὶ μεμαθήκαμεν παρά τῆς τοῦ Δεσπότου
φωνῆς, δι’ ἀποφάσεως τοῦτο δογματιζούσης’ ὅτι
Οὐδέν ἐστι τῶν εἰσπορευομένων διὰ στόματος ὅ
δύναται κοινῶσαι τὸν ἄνθρωπον. Ἀλλ’ ἑτέραν τινὰ
ζητοῦμεν διάνοιαν ἐπὶ τοῦ νόμου , ἀξίαν τῆς τοῦ νο-
μοθέτου μεγαλειότητος· κᾶν τῆς τοῦ Θεοῦ φυτείας
ἔργον τὸν παράδεισον εῖναι ἀκούσωμεν, κᾶν ξύλον
ζωῆς ὲν μέσῳ τοῦ παραδείσου πεφυτευμένον, ζητῶ-
μεν παρά τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυ-
στήρια μαθεῖν, ποίων φυτῶν γίνεται 6 Πατὴρ γεωργός
τε καὶ φυτοκόμος, καὶ πῶς δυνατόν ἐστι κατὰ τὸ
μεσαίτατον τοῦ παραδείσου τὰ δύο εἶναι ξύλα, τό τε
τῆς σωτηρίας καὶ τῆς ἀπωλείας. Τὸ γὰρ ἀκριϐῶς
μέσον, καθάπερ ἐν κύκλου τῇ περιγραφῇ. ὲν τῷ ἑνὶ
κέντρῳ πάντως ἐστίν. Εἰ δὲ, παρατεθείη τῷ κέντρῳ
κατά τι μέρος ἕτερον κέντρον, ἀνάγκη πᾶσα συμμε-
τατεθῆναι τῷ κέντρῳ τὸν κύκλον, ὥστε μηκέτι μέσον
εἴναι τὸ πρότερον. Ἐκεῖ τοίνυν ἑνὸς ὄντος τοῦ πα·-
ραδείσου, πῶς φησιν ό λόγος ἰδιαζόντως μὲν ἑκάτε-
ρον θεωρεῖσθαι τῶν ξύλωεῗ ἐπὶ δὲ τοῦ μέσου εἶναι
τοῦτο καὶ τοῦτο, ὧν τὸ θανατηφόρον τῆς τοῦ Θεοῦ
φυτείας ἀλλότριον εἶναι διδάσκει 6 πάντα καλὰ λίαν
εἶναι τὰ τοῦ Θεοῦ ἔργα ἀποφηνάμενος λόγοςς Οἷς εί
μή τις διά φιλοσοφίας ὲνθεωρήσειε τὴν ἀλήθειαν,
ἀσύστατον ἢ μυθῶδες εἶναι τοῖς ἀνεπισκέπτοις τὸ
λεγόμενον δόξει.
Καὶ μακρὸν ἂν εῐη τὰ καθ’ ’ἑκαστον ἐκ τῶν προ-
φητῶν ἀναλέγεσθαι ο dic-6 Μιχαίας ἐπ’ ἐσχάτων ἡμε-
ρῶν, ἐμφανὲς ὅρος λέγει γενήσεσθαι ἐπὶ τὰς κορυ-
φὰς τῶν ὀρέων, τὸ ἐπὶ καθαιρέσει γίνεσθαι τῶν ἀν-
τικειμένων δυνάμεων, ἀναδεικνύμενον τῆς εὐσεϐείας
μυστήριον οὕτω κατονομάζων· πῶς δὲ ῥάϐδον ἀνα-
τέλλειν φησὶ καὶ. ἄνθος ἔκ τῆς ῥίζης, τὴν διὰ σαρκὸς ⁴
τοῦ Κυρίου ἀνάδειξιν ό simul; Ἡσαΐας οὕτω μηνύων,
ἢ τὸ τετυρωμένον ὅρος παρά τῷ μεγάλῳ Δαόὶδ ,
ὁποῖον ἔχει νοῦν ἐν τῇ λέξει φαινόμενον, ἢ τὺ μυριο-
πλάσιον ἅρμα, ἢ τῶν ταύρων ἡ συναγωγὴ, ἡ ἐπα-
φιεμένη ταῖς δαμάλεσι τῶν λαῶν, ἢ 6 βαπτόμενος τῷ·
αἵματι ποῦς, ἢ τῶν κυνῶν αί γλῶσσαν ἦ καθ’ ὁμοιό-
τητα τοῦ μόσχου διαλεπτυνόμενος τῶν ’κέδρων ό Λί-
ϐανος· καὶ μυρία πρὸς τούτοις ἐστιν ἐκ τῆς λοιπῆς
ἀναλεξάμενον προφητείας, διδάξαι τὸ ἀναγκαῖον τῆς
κατά διάνοιαν τῶν ῥητῶν θεωρίας, ἧς ἀποϐαλλόμενος,
καθὼς ἀρέσκει τισὶν, ὅμοιον εἷναί μοι δοκεῖ τὸ γινό-
’ μενον, ὡς εἴτις ἀκατέργαστα προθείη πρὸς ἀνθρω-
πίνην βρῶσιν·τῆς τραπέζης τὰ,λήῖα, μὴ τρίψας τὸν
ἄσταχυν, μὴ τῷ λικμητῷ διακρίνας ἐκ τῶν ἀχύρων
τὰ σπέρματα, μὴ λεπτύνας τὸν σῖτον εἰς ἄλευρον,
μηδὲ κατασκευάσας ἄρτον τῷ καθήκοντι τρόπῳ τῆς
σιτοποιίας. Ὠσπερ οὖν τὸ ἀκατέργαστον γέννημα τῶν
κτηνῶν ἐστι τροφὴ, καὶ οὐκ ἀνθρώπων* οὕτως εἴποι
" Mich. tv, l. ⁷⁸ lsa. Il, Al. ⁷⁷ Dan. ιι, 55; ῐνε