PG 44, col. 77

ἰδίοις ὅροις περιέχεται · τῷ ἄκρῳ πέρατι τῆς αἰσθη-
τῆς φύσεως ἐνδιοδεύει, ἐν οἷς εὑοδοῦταικινοὺμενον,
τῆς νοητῆς φύσεως, καθὼς φθάσαντες εἴπομεν, οὑ
παραδεχομένης ἐν ἑαυτῇ τοῦ πυρὸς τὸν δρόμον.
Διά τοῦτο 6 Μωῦσῆς ἐπακολουθήσας διὰ τῆς
διανοίας τῇ τοῦ πυρὸς κινήσει, μὴ τοῖς αὑτοῖς
μέρεσιν ἐπιμεμενηκέναι φησὶ τὸ γενόμενον φῶς,
ἀλλ’ ἐκπεριεχόμενον τὴν παχυτέραν τῶν ὄντων ὑπό-
στασιν , ἐν τῷ σφοδρῷ τῆς κινήσεως ἀντιμετάγειν
διὰ τῆς περιόδου. τοῖς τε ἀφωτίστοις τὸ φέγγος, καὶ
tot; πεφωτισμένοις τὸν ζόφον. Ἴσως δὲ κατὰ,τά
χρονικὰ διαστήματα τῆς τοιαύτης διαδοχῆς περὶ τὴν
κάτω χώραν γινομένης, τοῦ φωτός φημι καὶ⁵ τοῦ
σκότους· πάλιν τῷ Θεῷ τὴν όνοματοποιίαν ἡμέρας
τε καὶ νυκτὸς 6 Μωῦσῆς ἀνατίθησιν, οὐδὲν τῶν κατὰ
τὸ ἀκόλουθον γεγενημένων αὐτομάτως, ἢ ἀφ’ ἐτέρου
τινὸς ἐσχηκέναι τὴν ἀρχὴν ἐννοεῖν ἐπιτρέπων. Διὰ
τοῦτο φησίν · ι Ὀ Θεὸς ἐκάλεσε τὸ φῶς ἡμέραν,
καὶ τὸ σκότος ἐκάλεσε νύκτα.» Τῆς γὰρ φωτιστικῆς
δυνάμεως ἀτρεμεῖν ἐκ φύσεως ἀδυνατούσης , ὅτε τῷ
ἄνω μέρει τοῦ κύκλου διεξῆλθε τὸ φέγγος , καὶ πρὸς
τὸ ὑποκείμενον ἦν ἡ φορὰ, ἐξ ἀνάγκης τῇ ὑποδρομῇ
τοῦ πυρὸς τὸ ὑπερκείμενον ἀπεσκιάσθη , τῆς παχυ-
τέρας, ὡς εἰκὸς, φύσεως τὴν αὐγὴν ἐπιπροσθούσης.
Τὴν οὖν τοῦ φωτὸς ὑποχώρησιν , ἑσπέραν ὠνόμασεε
Καὶ πάλιν ἐκπεριδραμόντος τοῦ πυρὸς τὸν ὑποκείμε-
νον κύκλον, καὶτοῖς ἄνω τὴν αὐγὴν ἐπαναγαγόντος,
πρωίαν τὸ γινόμενον προσηγόρευσεν, οὕτως ὀνομά-
σας τὸν δρθρον. Μικρὸν δὲ τὸν λόγον ἐπαναλάϐωμεν,
ὡς ἂν καὶ τά παραθέντα τῆς θείας Γραφῆς, πρὸς τὸν
εἱρμὸν τῆς ἀποδοθείσης θεωρίας ἡμῖν συνεργήσειεν.
Εἷπε γάρ ἐν πρώτοις 6 τῆς κοσμογενείας λόγος, ὅτι
ι Ἐν ἀρχῇ ἐποίησεν 6 Θεὸς τὸν οὐρανὸν καὶ τὴν
γῆν. › Τοῦτο δὲ ἡμεῖς ὑπελάϐομεν, ὅτι ἀθρόον τῆς τῶν
ὅντων συστάσεως 6 λόγος παρίστησιν , ἐκ τοῦ περιο
ἔχοντος καὶ τὺ ἐντὸς ἐνδεικνύμενος, Τοῖς γὰρ ἄκροις
καὶ τὰ μέσα πάντως ἐμπεριέχεται. ’Ἄκρα δὲ ὡς πρὸς
τὴν ἀνθρωπίνην αἴσθησιν, οὐρανός ἐστι καὶ γῆ.
Διότι τούτοις ἑκατέρωθεν ἡ τῶν ἀνθρώπων ὄψις
ὁρίζεται. Ὠσπερ τοίνυν 6 εἰπὼν ὅτι Ἑν τῇ χει
αὑτοῦ τά πέρατα τῆς γῆς , καὶ τά μέσα τῇ περιοχῇ
τῶν περάτων συμπεριέλαὸεν · οὑτω καὶ 6 Μωῦσῆς
τῆς ὑλικῆς τοῦ παντὸς κόσμου καταϐολῆς τὴν ἔνδειξιν
διὰ τῶν περάτων πεποίηται· συνεργεῖν δέ φαμεν
πρὸς τὴν τοιαύτην ὑπόληψιν, τὰ διὰ μέσου Μ’·
ματα. Γέγραπται γὰρ, ὅτι ι Ἠ δὲ γῆ ἦν ἀόρατος
καὶ ἀκατασκεύαστος· ι ὥς ἐκ τούτου δῆλον εἶναι,
ὃτι τῇ μὲν δυνάμει τὰ πάντα ἦν ἐν πρώτῃ τοῦ Θεοῦ
περὶ τὴν κτίσιν ὁρμῇ, οἱονεὶ σπερματικῆς τινος δυο
νάμεως πρὸς τὴν τοῦ παντὸς γένεσιν καταϐληθείσης,
ἐνεργείᾳ δὲ τὰ καθ’ ἕκαστον οὑπω ἦν. 'H γάρ γῆ,
φησὶν, ἦν ἀόρατος, καί ἁκατασκεύαστος. Ὅπερ
¹’ Gen. ι, 5. ¹⁷ Psal. χειν, 4. ¹⁸ Gen. I, εὶ,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.