PG 44, col. 828

στακτὴ γενόμενος ἔγκειται ὲν τῷ ἀποδέσμῳ τῆς συν-
ειδήσεως, αύτῇ μου τῇ καρδίᾳ ὲναυλιζόμενος. Ἠ
γὰρ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ μέσῳ τῶν μαζῶν
παρὰ τῶν τὰ τοιαῦτα ὲπεσκεμμένων εἶναι λέγεται.
Ἐκεῖ δέ φησιν ἡ νύμφη ἔχειν τὸν ἀπόδεσμον, ἐνοῷ
τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται. Ἀλλὰ καὶ πηγήν
τινα τοῦ ὲν ἡμῖν θερμοῦ, τὴν καρδίαν φασίν· ἀφ’
ἦς διὰ τῶν ἀρτηριῶν ἐφ’ ᾶπανή θερμότης τὺ σῶμα Ι
καταμερίζεται, δι’ ἧς ἐνθερμά τε καὶ ζωτικα τὰ
μέλη τοῦ σώματος γίνεται, τῷ πυρὶ τῆς καρδίας
οθαλπόμενα. Ἦ τοίνυν ὲν τῷ ἡγεμονικῷ παρα-
δεξαμένη τὴν Χριστοῦ εὐωδίαν, καὶ τὴν καρδίαν αὑ-
τῆς ένδεσμον τοῦ τοιούτου ποιήσασα θυμιάματος.
πάντα τὰ καθ’ ἕκαστον τοῦ βίου ἐπιτηδεύματα , σ’ὁν
τινος σώματος μέλη ζέειν παρασκευάζει τῷ ἑκ τῆς
καρδίας διήκοντι πνεύματι, μηδεμιᾶς ἀνομίας τὴν
πρὸς τὸν Θεὸν ἀγάπην ὲν μηδενὶ μέλει τοῦ “iiiP-“‘59; l
καταψυχούσης.
Ἀλλ’ ἐπὶ τὸν έξῆς λόγον μετέλθωμεν. Ἀκούσωμεν
τί ἡ ἄμπελος ἡ εὐθηνοῦσα περὶ τῶν καρπῶν αὐτῆς
διαλέγεται, ἡ ὲν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ Θεοῦ
οἰκίας, καθώς φησιν ό Προφήτης, διηπλωμένη, καὶ
διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ
τε καὶ ἀκηράτῳ ζωῇ. Βότρυς. φησι, τῆς Κύπρου
ελςειδός μου ἐμοὶ ἐν ἁμπελῶσιγ Ἑγτιιδδεί. τίς
οὕτω μακάριος, μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης
μακαριότητος, ὥστε τὸν ίδιον καρπὸν βλέπων ὲν
αύτῷ τῷ βότρυῖ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾷν τὸν τοῦ ἁμπε -
λῶνος δεσπότην; Ἰδοὺ γάρ ὅσον ηὐξήθη ὲν τῇ ἰδίᾳ
νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὖπνοιαν, ἡ στακτὴ ι
αὐτῷ εὐώδης ποιησαμένη, καὶ διαλαϐοῦσα σῷ τῆς καρ-
δίας ὲνδέσμῳ τδ άρωμα , ὡς ἂν παραμένοι αὐτῇ τὺ
ἀγαθὸν διαπαντὸς ἁδιάπνευστον, μήτηρ τοῦ θείου
βότρυος γίνεται, τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζον-
τος, ὅπερ ἐστὶν ἀνθοῦντος , ὲν δὲ τῷ πάθει τὸν nim
προχέοντος. '0 γὰρ τὴν καρδίαν εὐφραίνων οἶνος, αἷμα
σταφυλῆς μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεται
τε καὶ ὀνομάζεται. Διπλῆς οῦν ούσης ὲν τῷ βότρυῖ
τῆς ἀπολαύσεωςθ τῆς μὲν ὲκ τοῦ ἄνθους, ὅταν εὖ·
πίνῃ τῇεύοδμίᾳ τὰ αἰσθητήρια · τῆς δὲ διὰ τοῦ τε-
λειωθέντος ἠδη καρποῦ , ὅταν ὑπάρχῃ κατ’ ἐξουσίαν
ἢ τῆς βρώσεως κατατρυφᾷν, ἢ ὲν συμποσίοις τῷ οἴνῳ
φαιδρύνεσθαι· ἐνταῦθα αἱτεῖιή νύμφη τὸν ἀνθοῦντα
βότρυν καρποφορεῖν, κύπρον τὴν οἱνάνθην κατ-
ονομάζουσα. Τὸ γὰργεννηθὲνήμίν παιδίον Ἰησοῦς, ὁ ἐν
τοῖς δεξαμένοις αὑτὸν διαφόρως προκόπτων , σοφίᾳ
τε καὶ ἡλικίᾳ καὶ χάριτι, οὐκ έν πᾶσιν ὁ αὐτός
ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ὲν ᾧ γίνεται, καθὼς
ἂν ὁ χωρῶν αὑτὸν ίκανῶς ἔχῃ, τοιοῦτος φαίνεται,
ἢνηπιάζων, ἢ προκόπτων, ἢ τελειούμενος, κατὰ
τὴν τοῦ βότρυος φύσιν · ὃς οὺ πάντοτε μετὰ τοῦ αὐ-
τοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται, ἀλλὰ συνεξαλ-

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.