PG 44, col. 88

ἐστιν ὁ ἀὴρ, ὲν ἐαυτῷ δεικνύων τὰ ὄντα, ού χρῶμα
ῐδιον ἔχων, ού σχῆμα, οὐκ ἐπιφάνειαν, ἀλλά τοίς ἀλ·-
λοτρίοις χρώμασί τε καὶ σχήμασι περιμορφοῦται.
Λαμπρός τε γὰρ γίνεται τῇ τοῦ φωτὸς ἐλλάμψει, καὶ
πάλιν μελαίνεται σκιαζόμενος ο αὐτὸς δὲ καθ’ ἑαυτὸν
οὔτε λαμπρδς οὔτε μέλας ὲστίοπαντὶ δὲ σχήματι περι-
φύεται,καὶ ὑπὸ πάσης χρωμάτων ἰδέας καταχρώννυται,
καὶ πρὸς πᾶσαν κίνησιν τῶν ἐν αύτῷ φερομένων ἐπιτη-
δείως ἔχει. Ἀπόνως τε γὰρ ὑποχωρεί πρὸς τὸ φερόμε-
νον ἑκατέρωθεν, καὶ αὐτομάτως τῷ ὄγκῳ τοῦ κινουμέ-
νου περισχιζόμενος ἐνθεν καὶ ἐνθεν, εἰς τὸ κατόπιν
ἀντικαθίσταται. Ἀλλά καὶ τὸ ὑγρὸν τοῦ ἀμφορέως
προχέοντος , ὅτι περ ἂν ὲν ἐαυτῷ τύχῃ , τότε προα-
χεομένῳ διίσταται, καὶ ἀντεισέρχεται αὐτομάτως
ἐπὶ- τά⁷ ἐντὸς τοῦ ἀγγείουΙ πρὸς τὸ κενούμενονο
καὶ μυρία τοιαῦτα τὸ μαλακόν τε καὶ εῠεικτον
τῆς τοῦ-ἀέρος δείκνυσι φύσεως. Ἐπεί οὖν ὲν τούτῳ
ἐστὶν ἡ τῶν ἀνθρώπων ζωὴ, καὶ πᾶσα σχεδὸν ἡ τοῦ
ζῇν δύναμις, καὶ ἡ τῶν αἰσθητηρίων ἐνέργεια ὲν τῷ
ἀέρι τὴν ἰσχὺν ἔχει’ βλέπομέν τε γὰρ δι’ αὑτοῦ καὶ
ἀκούομεν, καὶ τῶν ὀσφρητῶν τὴν ἀντίληψιν ὡσαύ-
τως δι’ αὐτοῦ ποιούμεθα , τῇ τοῦ πνεύματος ὁλκῇ
τὸ κυριώτατον τῶν κατά τὴν ζωὴν ἐνεργουμένων ἐστίν·
ὁ γὰρ τοῦ ἀνά⁴παυσάμενος, καὶτοῦ ζῇν πάντως
ιύσατο· τούτου χάριν ὁ σοφὸς Μωῦσῆς ἀφυσιολό-
γητον εἴασε τδ σύντροφόν τε καὶ ὁμόφυλον ἡμῖν
στοιχεῖον ,ᾧὰπὸ γεννήσεως εὐθὺς ὲντρεφόμεθα ’ ἀρε
κοῦσαν, ἡγούμενος τοῦ μέρους τούτου διδάσκαλον,
τὴν ἔμφυτόν τε καὶ συγγενῆ τῆς φύσεως ἡμῶν πρὸς
τὸν ἀέρα σχέσιν* τὰ δὲ ὲν αὐτῷ κατά τὴν κτίσιν φαι-
νόμενα, ὅπως τά καθ’ ἕκαστον ἔσχε, τῷ λόγῳ διέξεισι.
Παρελθούσης γάρ τῆς δευτέρας ἡμέρας, πάλιν ἠ
σοφή τε καί παναρμόνιος τῶν γινομένων τάξις ἡ τὸ
ὕδωρ τῇς γῆς ἀποκρίνουσα, Θεοῦ φωνὴ καὶ πρόστα-
γμα λέγεται· ἀληθῶς γὰρ πᾶν τὸ ὲν σοφίᾳ γινόμενον,
Θεοῦ λόγος ἐστὶν, οὐκ ὀργάνοις τισὶ φωνητικοίς διαρ-
θρὸύμενος, ἀλλά δι’ αὐτῶν ὲκφωνούμενος τῶν ὲν
τοῖς φαινομένοις θαυμάτων. Ἔτι γὰρ συμπεφυρμέ-
νης πρὸς τὴν ύγράν φύσιν τῆς γεώδους ποιότητος ,
νος ἦν ἐτέρου, τὴν μὲν γῆν ταῖς ἰδίαις καταπυκνιῖμ
σαι ποιότησιν, ὣστε πάντων αὐτῆς τῶν μορίων πρὸς
τά ὁμοφυῆ συμπιεσθέντων, ὲν τῷ ναστῷ τε καὶ πε-
πιλημένῳ ἀποθλῖψαι ἀπ’ αὐτῆς τὴν ὲγκειμένην ὑγρό-
τητα’ τὸ δὲ ὕδωρ διακρίνεται τῆς πρὸς τὴν γῆν ἐπι-
Τούτου χάριν ὁ Μωῦσῆς λόγον Θεοῦ φησι τοῦ Οαύο-
ματος καθηγήσασθαι, προστακτικήν τινα ῥῆσιν-διεξο-
δεύοντα, ὡς δὲ ἐγὼ περὶ τούτου κρίνω, τὸν ἐγκείμενον
τῇ φύσει τῆς κτίσεως λόγον, διὰ τῆς έξοδικῆςᾼτα-ύτης
ἑνδέίκνυται ρήσεως. t Εἶπε ι γάρ, φησιν, t ὁ Dein,
Συναχθήτω ⁷τά. ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.