PG 45, col. 10

περὶ τὸ ἁπλοῦν θεωροῑτο, ἀδυναμίας τε καὶ-δυνά-
μεως ὲν τῇ αὐτῇ προθέσει θεωρουμένων, εῐπερ τὸ
μέν τοι δύναιτο, πρὸς δέ τι ἀδυνάτως. Πάντα δὲ δυνα-
μένην τὴν τοῦ Λόγου προαίρεσιν πρὸς οὐδὲν τῶν
κακῶν τὴν ῥοπὴν ἔχειν · ἀλλοτρία γὰρ τῆς θείας φύ-
σεωςὴ προς κακίαν ὁρμή· ἀλλὰ πᾶν ὃ τί πέρ ἐστιν
ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι. Βουλομένην δὲ πάντως
καὶ δύνασθαι. Δυναμένην δὲ μὴ ἁνενέργητον εἶναι,
ἀλλὰ πᾶσαν ἀγαθοῦ προαίρεσιν εἰς ἐνέργειαν ἄγει [νΙ.
’Δγαοὺν δὲ 6 κόσμος, καὶτὰ ὲν αὐτῷ πάντα σοφῶς
τε καὶ τεχνικῶς οεωρούμενα. ’Λρα τοῦ Λόγου ἔργα
τὰ πάντα τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι Θεοῦ
Λόγος ἐστὶ, προαιρουμένου δὲ ὅτι ζῇ · δυναμένου δὲ
πάντα ὃ τί περ ἂν ἕληται, αἱρουμένου δὲ τὸ ἀγαθόν
τε καὶ σορὸν πάντως, καὶ εἴτι τῆς κρείττονος σημα-
σίας ἐστίν. Ἐπεὶ οὖν ἀγαθόν τι 6 κόσμος ὁμολογεῖ-
ται, ἀπεδείχοη δὲ διὰ τῶν εἰρημένων τοῦ Λόγου ἔργον
τὸν κόσμον εἶναι, τοῦ τὸ ἀγαθὸν καὶ αἱρουμένου, καὶ
δυναμένου · 6 δὲ Λόγος οὗτος ἕτερός ἐστι παρὰ τὸν
οἷο ἐστι Λόγος. Τρόπον γάρ τινα τῶν πρός τι λεγο-
μένων καὶ τοῦτό ὲστιν.”Επειδὴ χρὴ πάντως τῷ Λόγῳ
καὶ τὸν Πατέρα τοῦ Λόγου συνυπακούεσθαι. Οὐ γὰρ
ἂν εἴη Λόγος, μή τινος ὣν Λόγος. Εἰ οὖν διακρίνῃ τῷ
σχετικῷ τῆς σημασίαςή τῶν ἀκουόντων διάνοια, αὺ-
τόν τε τὸν Λόγον, καὶ τὸν ὅθεν ἐστὶν, οὐκέτ’ ἂν ἡμῖν
κινδυνεύει τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον
ὑπολήψεσι τοῖς τε Ἰουδαίων πρεσϐεύουσι συνενεχθῆ-
ναι “ ἀλλ’ ἐπίσης ἑκατέρων τὴν ἀτοπίαν ἐκφεύξεται,
τό τε ζῶντα τοῦ Θεοῦ Λόγον, καὶ ἐνεργὸν καὶ ποιητι-
κὸν ὁμολογῶν· ὅπερ 6 Ἰουδαῖος οὐ δέχεται· καὶ τὸ
μὴ διαφθείρειν ‘ κατὰ τὴν φύσιν αὐτόν τε τὸν Λόγον,
καὶ τὸν ὅθεν ἐστίν. ’Ὠσπερ γὰρ ὲκ τοῦ νοῦ ἐφ’ ἡμῶν
φαμεν εἶναι τὸν λόγον, οὔτε δι’ ὅλου τὸν αὑτὸν εἶναι
τῷ νῷ, οὕτε παντάπασιν ἕτερον’ τὺ μὲν γὰρ ἐξ ὲκεί-
νου εἶναι, ἄλλο τι καὶ οὐκ ἐκεῖνό ἐστι· τὸ αὐτὸν τὴν
νοῦν είς τὸ ἐμφανὲς ἄγειν, οὐκέτ’ ἂν ἕτερον παρ’
ἐκεῖνο ὑπονοοῐτο, ἀλλὰ κατᾶ τὴν φύσιν ἒν ὃν, ἕτερον
τῷ ὑποκειμένῳ ἐστίν · οὕτως καὶ 6 τοῦ Θεοῦ Λόγος,
τῷ μὲν ὑφεστάναι καθ’ ἑαυτὸν διῄρηται πρὶς ἐκεῖνον
παρ’ οὗ τὴν ὑπόστασιν ἔχει ι τῷ δὲ ταῦτα δεικνύειν
ὲν ἐαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται. 6 αὐτός ἐστι
κατὰ τὴν φύσιν ἐκείνῳ τῷ διὰ τῶν αὐτῶν γνωρισμά-
των εὑρισκομένῳ. Ehe γὰρ ἀγαθότης, εἴτε δύναμις,
εἴτε σοφία, εἴτε τὸ ἀῖόίως εἶναι, εἴτε τὸ κακίας καὶ
θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, εἴτε τὸ ὲν ’πτειν-τὶ⁷
τέλειον, εἴτε τι τοιοῦτον ὅλως σημεῖον ποιοῖτο τῆς
τοῦ Πατρὸς καταλήψεως, διὰ τῶν αὐτῶν εὑρήσεις
σημείων καὶ τὸν ἐξ ἐκείνου ὑφεστῶτα Λόγον.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.