PG 45, col. 1136

γῇ συγγενῶς ἔχειν δοκεῖ τὸ κατὰ θάνατον πάθοῖ.
Οὐκ ἔστι, φησὶν, ἐκ γῆς ἄνθρωτος, ὁ ἐξ οὐρπνοῦ
καταὰς ἄνθρωπος. Ἀνβρωπος μέντοι, καὶ εl ἐ8
οὐραενοῦ καταβέβηκεν· οὐ γὰρ ἀρνεῖται τὴν τοιαὶ-
την προσηγορίαν ἐν τοῖς Εὐαγγελίοις d Κύριιος.
Πῶς οὖν ἐν τοῖς εἰρημένοις τὸ ἀκόλουθον σώζει; XΕἰ
μὴ ἐκ γῆς ὁ ἄνθρωπος, ἀλλʼ ἐξ οὐρανοῦ καταβαίνει
πρὸς ἡμᾶς, πῶς ἀνθρώπου Υἱὸς ὁ ἐξ οὐρανοῦ κα-
ταβαίνων λέγεται; Δώσει γὰρ πάντως, σπερ ἐπὶ
τῆς γῆς προεπινοοῦμεν τῶν υἱῶν τοὺς πατέρας,
οὕτω καὶ ἐπὶ τοῦ κατʼ αὐτὸν οὐρανόθεν ἤκοντος ἀν-
θρώπου , ἐπειδὴ Υἱὸς ἀνθρώπου λέγεται, μὴ εἰκῆ
πατρόθεν κατονομάζεσθαι· ἀλλʼ εἶναι αὐτοῦ, κατὰ
τὸ ἀνθρώπινον , ἐν οὐρανῷ προθεωρούμενον πατέρα
ἄλλον ἄνθρωπον. Εἱ γὰρ στηρίζεται (49) τούτῳ τῷ
ῥήματι τῷ εἰρηκότι, Οὐδεὶς ἀναβέβηκεν εἰς τόν
οὐρανόν, εl μὴ ὁ ἐξ οὐραννοῦ καταβὰς, d λὸς
τοῦ ἀνβρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήῖνον
ἄνθρωπεν συγγενείας αὐτὸν ἀποσχίζει, ἐκ τοῦ οὐρα
νοῦ ἤκοντα Τἱὸν ἄνθρωπον λέγων· δώσει τινὰ πάν-
τως τοῦ καταβάντος πρὸς ἡμᾶς ἄλλον ἐν οὐρανῷ τοι-
οῦτον πατέρα· ὥστε καὶ ἐν τῇ οὐρανίῳ ζωῇ ἔθνη ἀν-
θρώπων, καὶ δήμους, καὶ πάντα (50), ὅσα κατὰ τὸν
τῇδε βίον ἔστιν ὑπονοεῖσθαι. Εἰ οὖν τὸ ἐξ οὐρανοῦ
ἦκον, ἀνθρώπου ἐστὶν Υἱός· τὸ δὲ ἐκ Μαρίας ἐκ
σπέρματος Δαβὶδ κατὰ σάρκα γεγεννημένον, ἄνωθεν
δὲ, ἀνθρώπου ἱὸς ὡνόμασται· ψευδῶς κατʼ αὐτοὺς
Τέὸς Θεοῦ λέγεται, μήτε τοῦ οὐρανίου, μήτε τοῦ
γηἶνου πρὸς τὸ Θεῖον οἰκειουμένου. Ἀλλὰ συναγαγών
ἐαυτῷ πρὸς τὸ κεφάλαιον τὰ εἰρημένα, ἐν τούτῳ συμ-
περαίνει τὸν λόγον· ἰ δὲ καὶ ἐξ οὐρανοῶ 7ὸ, dr-
θρώπου, καὶ ἐκ γυνπικὸς 7ὸς Θεοῦ, πῶς «έχ d
αὐτς Θεὸς καὶ ἄνρωποςς Ἐγὼ δὲ τὸ μὲν τὸν αὐ-
τὸν ἄνθρωπον καὶ Θεὸν πιστεύειν εἶναι, φημὶ, καὶ
παντὸς εἶναι τοῦ τὸν ὀρθὸν λὄγον πρεσβεύοντος, οὐ
μὴν κατὰ τὴν τοῦ λογογράφου διάνοιαν· οὕτε γὰρ τὸ
Θεῖον γήῖνον, οὕτε ἀνθρώπινον τὸ οὐράνιον, καθὼς
ἐκεῖνος οἶεται· ἀλλʼ ἄνωθεν μὲν ἡ τοῦ ψίστου δύ-
ναμις, διὰ τοῦ ἀγίου Πνεύματος ἐν τῇ ἀνθρωπίνῃῃ
φύσει ἐνεσκιάσθη, τουτέστιν, ἐνεμορφώθη, ἐκ δὲ τῆς
ἀμιάντου Παρθένου ἡ τῆς σαρκὸς μοῖρα συνηρανίσθη·
καὶ οὕτως τὸ ἐν αὐτῇ γεννηθὲν, Υἱὸς ʼψίστου κατ
ωνομάσθη· τῆς μὲν θείας δυνάμεως τὴν πρὸς τὸν
7ψιστον ἀγχιστείαν, τῆς δὲ σαρκὸς τὴν ἀνθρωπίνην
οἰκειουμένης συγγένειαν.
Ἀλλὰ Θεὸς μμέν, φησὶ, τῷ πνεύματι τῷ σαρnω-
θέντι· ἄνβρωπος δὲ τῇ ὑπὸ τοῦ Θεοῦ προσληφθεί-
σῃ σαρκί. Τί ἐστι πάλιν τοῦ πνεύματος σάρκωσιζ,
ἐκτὸς τῆς πρὸς τὴν ἡμετέραν σάρκα ἑνώσεως; πόθεν
δὲ προσελήφθη ἄνθρωπος, εἱ μὴ ἐκ τοῦ πρώτου
(ἀνθρώπου (51), οὗ τὴν πρώτην γένεσππν ἐκ γῆς, οὐκ
ἐκ τοῦ οὐρανοῦ) γενεαλογοῦντος τοῦ Μωὕσέως ἠνού-
σαμεν; Λαβὼν γάρ ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, τόν
ἄνθρωπον ἔπλασεν·· ἄλλτν δὲ ἀνθρώπου κατα-
(50) Corr. καὶ δήμους, καὶ ππτριὰς. καὶ πάντα.
(5I) Quæ includuntur addita sunt a corr.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.