PG 45, col. 1140

ἀστειοτέρᾳ ζωῇ, ἀλλὰ καὶ πρὸς Κορινθίους φησὶ, τὸ
ἐμπαθὲς αὐτοῖς ὀνειδίζων, ὅτι Σάρκνοί ἐστε. Ἀρα
κατὰ τὸν χρόνον ἐκεῖνον, καθʼ ὅν πρὸς αὐτοὺς ὁ λόγος
ἐγένετο, κατὰ τὴν τριμερῆ τοὺ Ἀπολιναρίου τῶν
ἀνθρώπων τομὴν, ἀμέτοχοι τῆς κατὰ τὸν νοῦν ἐνερ-
γείας ἦσαν οἱ ἄνθρωποι; ἢ πάντως ἐκ τῆς ἀμέτρου
πρὸς τὴν σάρκα διαθέσεως σάρκινοι παρὰ τοῦ Παύ-
λου προσηγορεύθησαν, ἐκ τοῦ πλεονάζοντος τὴν ἐπ-
ωνυμίαν λαβόντες; Καὶ δείκνυσι τὸν τοιοῦτον λόγον ἡ
σύμφρασις τῶν γεγραμμένων· θπου γᾶρ ἐν ὑμῖτ,
φησὶ, ῆλος καὶ ἐρις, οὐχὶ σωακοί (58) ἐοτες Τὸ
δὲ ζηλοῦν καὶ ἐρίζειν τῆς κατὰ τὸν νοῦν ἐνεργείας
ἐστί. Τὰ δὲ τούτων ἐχόμενα τῆς λογογραφίας, ἀπό-
δειξιν δῆθεν περιέχει διὰ πλειόνων μαρτυριῶν τοῦ ἐκ
τριῶν συνιστάναι τὸν ἄνθρωπον, ἀπὸ σαρκός τε καὶ ψυ-
χῆς, καὶ νοῦ, ἀπερ οὐ πόῤῥω τοῦ καθʼ ἡμᾶς ἐστι
λόγου. Ταὐτὸ γάρ ἐστιν ἐκ νοερᾶς ψυχῆς καὶ σώματος
τὸν ἄνθρωπονλέγειν, καὶ ἰδιαζόντωςτὸν νοῦν ἐφʼ ἑαυ-
τοῦ ἀριθμήσαντα,τριχῆ διελεῖν τὴν περὶτὸν ἄνθρωπον
θεωρίαν· εἰ καὶ ὅτι πολλὰς τοῖς αἱρετικοῖς δίδωσιν ὁ
λόγος ἐν τούτῳ λαβάς. Δύναται γὰρ, εἰ τὸ νοητικὸν
ἐφʼ ἑαυτοῦ τις ἀριθμοίη, ἑτέραν τοῦ θυμοειδοῦς τὴν
περιγραφὴν λέγειν, καὶ τοῦ ἐπιθυμητικοῦ πάλιν ἐτέ-
ραν. Ἰσως δʼ ἄν τις καὶ τὰ λοιπὰ τῆς ψυχῆς ποιι-
νήματα κατὰ τὸν λόγον ἐξαριθμούμενος, πολυσχι-
δῆ (59) τινα καὶ πολυσύνθετον ἀντὶ τοῦ τριμεροῦς
ἀποδείξει τὸν ἄνθρωπον.
partem a cæteris segregatam asserere poterit, et concupiscibilis rursus alam, et fortasse non
nento reliquos etiam animi motus ratione dinumerans, hominem nen tribus, sed quodammodo long0
Ἀλλʼ ἐάσθω ταῦτα, ὡς ἄν μὴ τοῖς καθʼ ἔκαστον
ἐπεξιόντες εἰς ἀμετρίαν ἐκτείνωμεν τὴν ἀντίῤῥησιν,
πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου προῖωμεν. Κατα-
σκευάσας γὰρ διὰ πολλῶν τὸ τριφυὲς, ἡ τριμερὲς, ἢ
ὅπως ἂν ἐθέλῃ τιςόνομάζειντὸ ἀνθρώπινον σύγκριμα,
μέμνηταί τινων καὶ δογμάτων συνοδικῶν (60) τῶν τε
κατὰ Παύλου τοῦ Σαμωσατέως συνειλεγμένων, λέ-
γοντος (61), ἐξ οὐρανοῦ ἀποτεθεῶσθαι τὸν Κύρεον
καὶ τοῦ κατὰ Nίκαιαν ἐκφωνηθέντος, οὗ τὴν ῥῆσιν
ἐπὶ λέξεως τοῦτον τὸν τρόπον εἰρημένην παρέθετο,τὸ,
Ἐξ οέρανοῦ καταβάντα, καὶ σαρκωθέντα (62), κα
ἔνανβρωπήσαττα. Καὶ ταῦτα εἰσιὼν, ὡς προκατα-
σκευάσας τὸν μέλλοντα ῥηθήσεσθαι λόγον, οὕτως
ἀπογυμνοῖ τοῦ ἰδίου βουλήματος τὴν διάνοιαν, καl
φησιν, οἱονεὶ προσοικειῶν τοῖς ἀποδεδειγμένοις, οὕ-
τως κατὰ (63) τὴν λέξιν· Τὸ δὴ Πνεῦμα, τουτέστι
τὸν νοῦν, Θεὸν ἐχων ὁ Χριιστός μετὰ άυχῆς παt
σώματος, εἰκότως ἄνθρωπος ἐξ οὐρανοῦ λέγετει.
Τί κοινὸν ἔχει τὰ εἰρημένα πρὸς τὰ προάγοντα; ποῦ
gendum hic est λεγόντων, vel vοx λέγοντος non ad
Paulum Samosatenum, sed ad postremam fortasse
synodicarum adversus eumdem Paulum definitio-
num, cuius Eusebius meminit, referenda est.
(62) Nicænum symbolum habet solum διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, tam
apud Socratem, quam in cod. canonum Ecclesiæ
Africanæ.
(63) Corr. προατιοδεδειγμένοις, ὅπως τὰ κατά.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.