PG 45, col. 1149

Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων
δυσωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον· (84) ὅιι
σἰ προαιώνιος ἡ σὰρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ
ὐπῆρχεν ἐν Θεοῦ μορφῇ ὁ Υἰὸς, οὐ μετημφιάσατο
τὸ δουλικὸν πρόσωπον· ἀλλʼ ὅπερ ἦν τῇ φύσει,
τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. Τλεως δὲ
εἴη τῷ λόγῳ ὁ Λόγος ἀλλὰ σιωπῶ τὸ λειπόμενον.
Εἰ πρὸ πάντων ἡ σὰρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα,
οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεθμα πρόθυμον, ἢ
δὲ σὰρξ ἀσθενής. Ἀρα καὶ μέχρι τούτου τὴν
ἀτοπίαν ἵστησι. Καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου
τὰ συνημμένα (85) τούτοις κατανοήσειε; Πάντως
γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ
μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον,
τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν
κατὰ πεῖναν ἔνδειαν, καὶ τὸ ἔστι (86) τούτου πα-
ραλογώτερον. Ἐπειδὴ δὲ Παιδίον ἐγεννήθη ἡμῖν,
καθὼς ἡ θεία φωνὴ λέγει (87), καὶ ὤφθη παρὰ τῶν
ποιμένων ἐν σπαργάνοις ὁ Κύριος, καθώς(88) φησιν
ὁ Λουκᾶς, ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ, καὶ
σοφίᾳ, καὶ χάρτι, τελειούμενος ὡς(89) ἐπὶ τὸ μέτρον
προῆλθε τῆς ἀνθρωπότητος, ὁδῷ βαδίζων διὰ τῆς φύ-
σεως,τί ἐροῦσι πρὸ τῶν αἰώνωντὴν σάρκα βλέποντες,
ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν, Διὰ
πάσης γὰρ ἐν τῷ κατʼ ἄνθρωπον βίῳ διεξῆλθε τῆς
ἡλικίας. Ἀρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ
πάσης τῆς κτίσεως ὡν, ἢ βρέφος νήπιον, ἢ μειρά-
κιον, ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι; Ἀλλʼ εἰ
παῖδα λέγουσι, πάντως καὶ αἰτίαν προσθήσουσι, πῶς
τοσούτου παρελθόντος αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλι-
κίας οὐκ ἔφθασεν; Εἰ δὲ τέλειον λέγουσι, τοῦτο
μαθεῖν ἀξιώσομεν (90), πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέ-
σει συστέλλεται εἰς τὴν νηπώδη βραχύτητα; Ποῦ
καταλείπει τὸ περιττεῦον τοῦ σώματος; Πῶς εἰς
ὀλέγην περιγραφὴν ὁ ὄγκος ἀποσμικρύνεται; Εἶτα
πάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον ἐπανάγει τὸν ὄγκον
τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ ἀρχῆς ἀναλαμ-
βάνων διὰ τῆς κατʼ ὀλίγον αὐξήσεως, ἢ ἔτερον ἐν
ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; Ἀλλʼ εἰ μὲν τὸ
ἀρχαῖον φήσουσι, περιττὴν πάντως τὴν τροφὴν
ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται (91) τροφῆς μετ-
εσχηκέναι τὸν Κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω κατα-
λειφθείσης σαρκός; Ἡς τὸ πολὺ κατὰ τὸ εἰκὸς κατ-
ελήφθη(θ2)· μόνον δὲ τοσοῦτον ἀππʼʼ αὐτῆς ἐλήφθη(93),
βσον ἡ νηδὺς τῆς Παρθένου ἐχώρησε. Πάντως γάρ
τι καὶ περὶ αὐτῆς τερατεύσονται, καὶ συνθήσουσι διὰ
τούτων ἕτερα δόγματα, ἐφʼ ἅπερ αὐτοὺς ἡ ἀκολου-
θία τῆς ἀτοπίας τῶν μύθων κατʼ ἀνάγκην προάγην-
ται (94).
fabularum vanitate necessario consequuntur.
(84) Hic locus usque ad illa, ἐφανερώθη νῦν lau-
datur totidem verbis ab Euthymio Zigabeno ubi
supra, pag. 524, in sequentibus autem usque ad
verba Εἰ δὲτέλειον C 2, sensum tantum quorum-
dam Nysseni argumentorum, non etiam verba refert.
(85) Corr. καὶ τὰ συνημμένα.
(86) Iæge ἔτι pro ἔστι.
(s7) Corr. βοᾳ.
(88) Corr. καὶ καθώς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.