PG 45, col. 120

In inglese: On 'Not Three Gods.' 1

στου τῶν ἀκουόντων ἐαυτὸν εἶναι τὸν προσκληθέντα
νομίζοντος, ὅτι μὴ τῇ ίδιαζούσῃ προσηγορίᾳ, ἀλλ’ ἐκ
τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις γίνεται,
ἀλλὰ τὴν ἰδίαν ἐπικειμένην αύτῷ (τὴν σημαντικὴν
λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν
τῶν πολλῶν ἀποκρίνομεν. Ὥστε πολλοὺς μὲν εἶναι
τοὺς μετεσχηκότας τῆς οφύσεως, φέρε εἰπεῖν μαθη-
τὰς, ἢ ἀποστόλους, ἦ μάρτυρας, ἕνα δέ ἐν πᾶσι τὸν
ἄνθρωπον. Ἐπείπερ, καθὼς εἴρηται, οὐχὶ τοῦ καθ’
ἕκαστον , ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεώς ἐστιν ὀ ἄν·
θρωπος. Ἀνθρωπος γὰρ ὀ Λουκᾶς, ἢ ὁ Στέφανος ·
οὺ μὴν εἷ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστινῆ
Β Στέρανος. Ἀλλ’ ὀ μὲν τῶν ὑποστάσεων λόγος διὰ
τὰς ἐνθεωρουμένας ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν
ἐπιδέχεται, καὶ κατά σύνθεσιν ἐν ἀριθμῷ θεωρεῖται.
'Il δὲ φύσις μία ἐστὶν , αὑτὴ πρὸς ἑαυτὴν ἡνωμένην
καὶ ἀδιάτμητος ἀκριϐῶς μονάς, οὐκ αὐξανομένη διὰ
προσθήκης, ού μειουμένη δι’ ὑφαιρέσεως, ἀλλ’ ὅπερ
ἐστὶν ἓν οὖσα, κᾶν ἐν πλήθει φαίνηται ἄσχιστος, καὶ
συνεχὴς, καὶ ὁλόκληρος, καὶ τοῖς μετέχουσιν αὐτῆς
τοῖς καθ’ ἕκαστον ού συνδιαιρουμένη. Καὶ ὥσπε ρ λέο.
γεται, λαὸς, καὶ δῆμος, καὶ στράτευμα, καὶ ἐκκλη-
σία, μοναχῶς πάντα. ἕκαστον δὲ τούτων ἐν πλήθει
νοεῖται· οὕτω κατὰ τὸν ἀκριϐέστερον λόγον καὶ ἄνα.
θρωπος εἷς κυρίως ἂν ῥηθείη , κᾶν οἱ ἐν τῇ φύσει
τῇ αὐτῇ δεικνύμενοι πλῆθος ὦσιν , ὡς πολὺ μᾶλλον
καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ’ ἡμῶν ἐπανορθοῦ-
σθαι συνήθειαν είς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα
πρὸς πλῆθος ἐκτείνειν, ἦ ταύτῃ δουλεύοντας τὴν ὦδε
πλάνην καὶ ἐπὶ τὸ θεῖον δόγμα μὴ μεταϐιϐάζειν.
Ἀλλ’ ἐπειδὴ ἀμήχανος τῆς συνηθείας ἡ ἐπανόρθωσις
(πῶς γὰρ ἄν τις πεισθείη, εί μὴ πολλοὺς λέγει ἀν-
θρώπους τοὺς ὲν φύσει τῇ αὐτῇ δεικνυμένουςς
δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν
τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντι-ς
ϐαίνοντες, οὐδὲ ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς
οὔσης ζημίας ἐκ τῆς ἠμαρτημένης τῶν ὀνομάτων
χρήσεως. Ἐπὶ δὲ τοῦ θείου δόγματος, οὐκέτι ὁμοίως
ἀκίνδυνος ἡ διάφορος χρῆσις τῶν ὀνομάτων. Ού γὰρ
μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν.
Ούκοῦν εἷς ἡμῖν ὀμολογητέος Θεὸς κατὰ τὴν γράσ-
φικὴν μαρτυρίαν · (Ἄκουε, Ἰσραὴλ, Κύριος ὀ Θεός
σου Κύριος εἷς ἐστι· ι κᾶν ἠφωνὴ τῆς θεότητος
διήκει διὰ τῆς ἁγίας Τριάδος. Ταῦτα δὲ λέγω κατὰ
τὸν ἁποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης φύσεως λό-
γον ° ἐν ᾧ μεμαθήκαμεν μὴ δεῖν πληθυντικῷ χαρα-
κτῆρι τὴν προσηγορίαν πλατύνειν τῆς φύσεως. Ἀκρι-
6έστερον δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξετα-
στέον, ὅπως ἂν διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημαο
σίας, γένοιτό τις συνεργία πρὸς τὴν τοῦ προκειμένου
σαφήνειαν. Δοκεῖ μέν οὖν τοῖς πολλοῖς ἰδιαζόντως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.