PG 45, col. 1305

ταύτην ἁρμόσειε ;
δ’. Καθάπερ καὶ διὰ τῶν σωματικῶν ἐστι τὸν λόγον
πιστώσασθαι. Ἠ γάρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι
τοῖς συμπληροῦσιν αὐτὴν μορίαν , τὴν θερμαντικὴν
αἴσθησιν τοῖς ἁπτομένοις παρέχεται· καὶ οὐ τὸ μέν
τι τῆς φλογὸς ὑπερτεταμένην, τὸ δὲ ὑφειμένην ἔχει
τὴν θερμασίαν. Ἀλλ’ ἕως ἀν πῦρ, ὅλον διόλου τῆ
ταύτότητι τῆς ἐνεργείας ἀδιάστατον πρὸς ἐαυτὸν τὴν
ἕνωσιν ἔχει. El δέ τι κατά τι μέρος καταψυχθείη,
οὐκέτι πῦρ κατά τὸ κατεψυγμένον όνομασθήσεται, τῇ
πρὸς τὸ ἐναντίον ὑπαλλαγῇ τῆς θερμαντικῆς ἐνερ-
γείας συμμεταποιουμένου καὶ τοῦ ὀνόματος. Ὡσαύ-
τως καὶ τοῦ ὓδατος καὶ τοῦ ἀέρος καὶ πάντων τῶν
στοιχειωδῶς ὑποὸεὸλημένων εἷς καὶ ό αὐτὸς ἐφ’
ἑκάστου λόγος, ού παραδεχόμενος πλεονασμὸν ἢ ἐλάτ-
τωσιν. Οὔτε γὰρ τὸ ὕδωρ μᾶλλον ἢ ἔλαττον δύναται
λέγεσθαι· ἓως γὰρ ἂν ἐπίσης ὑγρὸν ᾖ, καὶ ἠ προσ-
⁴ηγορία τοῦ ῦδατος ἐπάύτοῦ ἀληθεύεται· εί δὲ μετα-
ποιηθείη πρὸς τὴν ἐναντίαν ποιότητα, συνηλλοιώθη
πάντως ἐπ’ αὑτοῦ καὶ τὸ ὄνομα. Καὶ τοῦ ἀέρος τὸ
μαλακόν τε καὶ ἀνωφερὲς καὶ κοῦφον ἐπίσης πᾶσι
τοῖς μορίοις ἐνθεωρεῖται · τὸ δὲ πυκνὸν καὶ ἐμόριθές
καὶ είς γῆν ῥέον διαφεύγει τὸ καὶ ἀὴρ ὀνομάζεσθαι.
Οὕτως καὶὴ θεία φύσις, ἓως μὲν ἂν διὰ παντὸς τοῦ
περὶ αὐτὴν εὐσεϐῶς θεωρουμένου νοήματος τὸ τέλειον
ἔχῃ, ἐπαληθεύει τὴν προσηγορίαν τῇ τοῦ ἀγαθοῦ
τελειότητι· εί δέ ὑποσπασθείη τι τῶν συντεινόντων
είς τὸν τῆς τελειότητος λόγον, ψεύσεται κατ’ ἐκεῖνο
τὸ μέρος τὸ τῆς θεότητος ὄνομα, καὶ οὐκ ἐφαρμόσει
τῷ ὑποκειμένῳ· ἴσον γὰρ, ἢ καὶ μᾶλλόν ἐστι τὸ ἀδύ-
νατον, ξηρῷ σώματι τὴν τοῦ ὓδατος ἐπωνυμίαν ἁρμό-
σαι, καὶ πῦρ προσαγορεῦσαι τὸ κατεψυγμένον ἐν τῇ
ποιότητι· καὶτὸ στερρὸν καὶ ἀντίτυπον, ἀέρα εἰπεῖν·
καὶ Θεῖον ὀνομάσαι, ᾧ μὴ συνυπακούεται ἡ τῆς
τελειότητος ἔννοια.
ε’. El οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον
τὸ Πνεῦμα τὸ ἆγιον ὑπὸ τῆς Γραφῆς καὶ ὑπὸ τῶν
Πατέρων ἡμῶν προσηγόρευται, τίς ἐτι λόγος ἐστὶ
τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ Πνεύματος; Ei γὰρ
Θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔν-
δοξόν τε καὶ ἀΐδιον, καὶ πάντα ὃσα τοῦ τοιούτου γέ-
νους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τάς ὑπο-
λήψεις ἡμῶν ἐπαίροντα. Ταῦτα οὐκ ἐκ μετουσίας
ἔχειν ἡ ἀπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται, ὡς
ἄλλο μέν τι τῇ ἐαυτοῦ φύσει ὑπονοεῖν εἶναι. ἕτερον
δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων· ίδια γὰρ
ταῦτα τῶν σύνθετον εἰληχότων τὴν φύσιν. Ἀπλοῦν
δὲ τὺ Πνεῦμα τὸ ἆγιον παρά πάντων ἐπίσης συν-
ωμολόγηται, καὶ ὁ ἀντιλέγων οὐκ ἐστι. El οὖν ἁπλοῦς
ό τῆς φύσεως αὑτοῦ λόγος, οὐκ ἐπίκτητον ἐχει τὸ ἀγα-
θὸν, ἀλλ’ αὐτὸ ὃ τί ποτέ ἐστι, ἀγαθότης ἐστὶ, σοφία,
δύναμις. ἁγιασμὸς, δικαιοσύνη, ἀῗδιότης, ἀφθαρσία,
πάντα τά ὑψηλὰ τῶν ὀνομάτων καὶ ὑπεραίροντα· τ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.